Ἀθήναζε; πρὶν δὲ εἰς τὴν Πόλιν

Ἀθήναζε; Πρὶν δὲ εἰς τὴν Πόλιν

λόγος τοῦ Ῥογήρου Τολήδω Μαρτὶν περὶ μεθόδων τὴν παλαιὰν Ἑλληνικὴν γλῶτταν μανθάνειν τὸν τρόπον τῶν ἐπικαλουμένων Βυζαντινῶν

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ἐνάτῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης τε καὶ Ἑλληνικῆς γλὠσσης ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2021.]
[This lecture was given at Living Latin and Greek Online in February 2021.]

Συγγραφή/Abstract: ἆρα ὑπάρχουσιν οἱ θεοί; ποῖοι δέ εἰσιν; ἐπιμελοῦνται δὲ οἱ θεοὶ ἡμῶν τῶν ἀνθρώπων; ἆρα δὲ ὅσα ἐπὶ τῆς γῆς ὄντα τε καὶ ὑποκάτω αὐτῆς μετέχει τρόπον τινὰ καὶ τῶν εἰδῶν τῶν ἐν τῷ οὐρανῷ; πῶς οὖν διάκειται ὁ κόσμος; τί κεῖται ἐφ’ αὐτοῖς ἡμῖν, τὶ δὲ ἐκτὸς. τί ποτἐ ἐστι τὸ καλόν; τἰ δὲ τὸ κακόν; τί δ’οὖν μᾶλλον συμφέροι ἂν ἡμῖν πρὸς τὴν εὐδαιμονίαν, πότερον ἡ δικαιοσύνη ἢ ἡ ἀδικία; ποῖα δὲ πολιτεῖα ἐστι ἡ δημοκρατία; πότε δε ἄρχεται ἡ ψυχὴ οὖσα, εἴπερ ἄρχεται… τί ποτέ ἐστι τὸ ἄνθρωπος εἶναι… καὶ τίνι διαφέρει ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων… πῶς ἐπίσταταί τι, τίνι δὲ τρόπῳ οἶδε ἄνθρωπός τις ὅτι οἶδε τι… πότερον μετὰ τῶν αἰσθήσεων ἢ μᾶλλον διὰ μέρους τινὸς τῆς ψυχῆς διανοητικοῦ… ἑκάστοτε μὲν οὖν ὅταν ἡμεῖς τοσαῦτα καὶ τοιαῦτα θαυμάζοντες ἐρωτῶμεν αὐτοὺς ἡμᾶς ἢ προς ἀλλήλους τί ποτέ ἐστι τὰ ἀληθῆ καὶ πῶς δυνάμεθα αὐτὰ εἰδέναι, δεῖ ἡμᾶς ἀεὶ ἐξ ἀνάγκης τρέπεσθαι πρὸς τὰς πηγὰς τὰς παλαιάς, ὅτι δὲ μάλιστα πρὸς τοὺς Ἑλληνας. Αὐτοὶ γὰρ οὕτως ἐπρώτευον σχέδον πάσῃ ἐπιστήμῃ ὥστε πάντα, ὅσα μεχρὶ τοῦ νῦν γέγραπται παρ’ ἡμῖν, οὐδὲν ἄλλο φαίνεσθαι ὄντα, ὡς ἔπος εἰπεῖν, ἢ ὑπομνήματα εἰς τοὺς ἐκείνους ἐπιστήμονάς τε καὶ φιλοσόφους. ἀλλὰ δὲ περὶ μὲν τοῦ μανθάνειν ἑτέραν δὴ γλῶτταν καὶ συνεβάλοντό τινα τρόπον οἱ πάλαι Ἕλληνες εἰς τὴν ἐπιστήμην λέγοντές τι ὑγιές; ἆρά που εἴτε παρὰ τοῖς τότε ποιηταῖς εἴτε παρὰ τοῖς χωρὶς μέτρου συγγραφεῦσι γέγραπταί τι χρήσιμον ἢ ἄξιον λόγου περὶ τῶν τρόπων μανθάνειν ἑτέραν γλῶτταν; πρώτιστα μὲν πάντων ὅθεν περ ἀεὶ τὰ Ἑλληνικὰ γράμματα ἄρχονται, τοῦτό ἐστι, ἐκ τῶν ῥαπτῶν ἐπῶν τοῦ δίου Ὁμήρου, καὶ ἐνθένδε δεῖ ἡμᾶς ἄρχεσθαι πυνθανομένους.

  1. a. Πρς τς πηγάς;προβάλλεται ἡ ἀπορία ες τὸ κοινόν·

εἴσιν μὲν οἱ θεοί; ποῖοι δ’ εἰσίν; ἐπιμελοῦνται δ’ οὖν οἱ θεοὶ ἡμῶν τῶν ἀνθρώπων; ὅσα δὲ ἐπὶ τῆς γῆς ὄντα τε καὶ ὑποκάτω αὐτῆς μετέχει καί που τῶν εἰδῶν τῶν ἐν τῷ οὐρανῷ; πῶς δ’ οὖν διάκειται ὁ κόσμος; τί δὲ κεῖται ἐφ’ αὐτοῖς ἡμῖν, τί δὲ ἐκτὸς. τί ποτέ ἐστι τὸ καλόν; τἰ δὲ τὸ κακόν; τί δ’οὖν μᾶλλον συμφέροι ἂν ἡμῖν πρὸς τὴν εὐδαιμονίαν, πότερον ἡ δικαιοσύνη ἢ ἡ ἀδικία; ποῖα δὲ πολιτεῖά ἐστι ἡ δημοκρατία; πότε δ’ ἄρχεται ἡ ψυχὴ οὖσα, εἴπερ ἄρχεται… τί ποτέ ἐστι τὸ τί ἦν εἶναι τῷ ἀνθρώπῳ, τίνι δ’οὖν διαφέρει οὗτος τῶν ἄλλων ζῴων… πῶς ἐπίσταταί τι, τίνι δὲ τρόπῳ οἶδε ἄνθρωπός τις ὅτι οἶδέ τι… πότερον μετὰ τῶν αἰσθήσεων ἢ μᾶλλον διὰ μέρους τινὸς τῆς ψυχῆς διανοητικοῦ…

ἑκάστοτε μὲν οὖν ὅταν ἡμεῖς τοσαῦτα καὶ τοιαῦτα θαυμάζοντες ἐρωτῶμεν αὐτοὺς ἡμᾶς ἢ προς ἀλλήλους τίνα ἐστὶ τὰ ὄντα καὶ πῶς δυνάμεθα αὐτὰ εἰδέναι, δεῖ ἡμᾶς ἀεὶ ἐξ ἀνάγκης τρέπεσθαι πρὸς τὰς πηγὰς τὰς παλαιάς, ὅτι δὲ μάλιστα πρὸς τοὺς Ἑλληνας. οὗτοι γὰρ οὕτως ἐπρώτευον σχέδον πάσῃ ἐπιστήμῃ ὥστε πάντα, ὅσα μέχρι τοῦ νῦν γέγραπται παρ’ ἡμῖν, οὐδὲν ἄλλο φαίνεσθαι ὄντα, ὡς ἔπος εἰπεῖν, ἢ ὑπομνήματα εἰς τοὺς ἐκείνους πάλαι ἐπιστήμονάς τε καὶ φιλοσόφους.

b. Περδτομανθάνειν τέραν γλτταν ἢ ἀυτν τν λληνικν καοπάλαι λληνες συνεβάλοντο ες τν διδασκαλίαν;

ἀλλὰ δὴ περὶ μὲν τοῦ μανθάνειν ἑτέραν γλῶτταν καὶ συνεβάλοντό που οἱ πάλαι Ἕλληνες εἰς τὴν κατὰ λόγον ἐπιστήμην λέγοντές τι ὑγιές; ἆρα τινα τρόπον ἤτοι παρὰ τοῖς τότε ποιηταῖς ἢ παρὰ τοῖς βιβλία χωρὶς μέτρου συντεθεικόσι γέγραπταί τι χρήσιμόν τε καὶ ὠφέλιμον ἢ ἄξιόν που λόγου περὶ τῆς ὁδοῦ μανθάνειν ἑτέραν γλῶτταν; ἐποιήσαντο οὖν οἱ πάλαι Ἕλληνες ὁδόν τινα διορίζαντες ταύτην τὴν τέχνην;

πρώτιστα μὲν πάντων ὅθεν περ ἀεὶ τὰ Ἑλληνικὰ γράμματα ἄρχονται, τοῦτό ἐστι, ἐκ τῶν ῥαπτῶν ἐπῶν τοῦ δίου Ὁμήρου, καὶ ἐνθένδε δεῖ ἡμᾶς ἄρχεσθαι πυνθανομένους.

2.a. Χωρία μν παρτῷ Ὁμήρ.

τίνα οὖν χωρία ἑυρίσκομεν παρὰ τῷ Ὁμήρῳ; γνωστόν ἐστι πᾶσι τοῖς ποτε τὰ ἔπη τοῦ Δίου Ὁμήρου καὶ μᾶλλον καὶ ἧττον ἀνεγνωκόσι ὅτι οἱ τότε ἥρωες τῆς Ἰλιάδος — οἵ τε Αχαιοὶ καὶ καὶ οἱ Τρῶες– οὐδέποτε ἀποροῦσι διαλέγεσθαι ἀλλήοις ἐν τῇ μάχῃ καίπερ πολλαχόθεν ἀφικόμενοι ἢ κἂν πολέμιοι ὄντες, ἀλλὰ ἐν τρισὶ χωρίοις τῆς Ἰλιάδος γε φανερὸν γίγνεται ὅτι οὐ πάντες ἐχρῶντο τῇ ἀυτῇ γλώττῃ. ἐν δὲ τῇ Ὀδυσσείᾳ μόνον στίχος εἷς τεκμαίρεται ὅτι ἐν τῇ Κρήτῃ οἱ ἄνθρωποι πολλαῖς καὶ ἄλλαις γλώτταις ἐχρῶντο, ἀλλὰ τοῦτο δὴ ἴσως λέγει ὁ Οδυσσεύς ἀνάπαλιν ψευδόμενος. πρὸς δὲ τούτοις ἐν τῷ ὁμηρικῷ ὕμνῳ εἰς τὴν Αφροδίτην, αὐτὴ ἡ θεὰ προσποιουμένη ἔμπροσθεν τοῦ Ἀγχίσου γυνή τις εἶναι ἐξηγεῖται διὰ τί δύναται δυοῖν γλώτταιν λέγειν· παραδίδοται γὰρ ἡ γλῶττα οἴκοι διὰ τῆς συνουσίας μετὰ τῶν συγγενῶν, τοῦτο οὖν ἐστι χωρὶς τέχνης.

2. b. Παρδτῷ Ἡροδότ;

Ἡρόδοτος ὁ Ἁλικαρνασσεύς ὡς κάλλιστα ἱστόρησε μὲν τὰ μεγάλα τε καὶ θαυμαστὰ ἔργα, τὰ μὲν τῶν Ἑλλήνων, τὰ δὲ τῶν βαρβάρων, παντάπασι δὲ περὶ σμικροῦ ἐποιήσατο τὰς γλώττας τῶν πολλῶν καὶ ἄλλων ἐθνῶν ὅποι ἐπορεύσατο, κεῖνται γὰρ μέντοι ἐκεῖ καὶ ἐκεῖ λέξεις ξέναι, οἷον δέλτος, βυσσός, σίνδων, κάμελος καὶ κινάμωμον, οὐδὲν δὲ ἧττον δῆλος γίγνεται ὁ Ἡρόδοτος οὐκ ἐπιστάμενος Αἰγυπτιστί οὔτε Περσιστί οὔτε ἄλλῃ γλώττῃ. πρὸς δὲ τούτοις ἐστὶ προβάλλω ὑμῖν καὶ τὴν ἱστορίαν τοῦ Ψαμμητίχου, βασιλέως τῶν Αἰγυπτίων, ὃς ἐπιτεχνήσατο τρόπον εἰδέναι τίνες ἦσαν οἱ πρῶτοι τῶν ἀνθρώπων. δίδωσι μὲν δύο βρέφη ποιμένι τινὶ τρέφειν, κελεύει δε μηδένα ἐναντίον τῶν βρεφῶν μηδεμίαν φωνὴν ἱέναι, οὕτως οὖν μετὰ δύο ἔτη συνέβη ὅτι τὰ βρέφη βεκς ἐφώνουν. τοῦτο οὖν ἀνάπαλιν παρέχει τεκμήριόν τι τοῦ τρόπου μανθάνειν γλῶττάν τινα παρὰ τοῖς παλαιοῖς κύκλῳ τῆς παρ’ ἡμῖν θαλάττῃ· φύσει μὲν χωρὶς δὲ τέχνης.

2. c. ΠερδτοΘεμιστοκλέους…

Θεμιστοκλῆς τοῦ Νεοκλέους ὁ Φρεάριος ἦν μὲν ἀρχηγός τῆς δημοκρατίας ἐν ταῖς τότε Ἀθήναις, ἐμαχέσατο δὲ τοῖς Πέρσαις τε Μαραθῶνι καὶ ἐν τῇ Σαλαμῖνι, οὐδὲν δὲ ἧττον κατηγορούμενος ὡς προδότης εἴη τε καὶ σύμμαχος τῶν Περσῶν ἔφυγε παρὰ τὸν Ἀρταξέρξην, ὅπου, καθάπερ λέγεται, ὡς τάχιστα ἔμαθε Περσιστί. Τοῦτο δὴ ὅτι Ἕλλην τις ἐδύνατο λέγειν ἑτέρᾳ γλώττῃ οὕτω ἄτοπόν τε καὶ παράδοξον ἐφαίνετο ὄν ὥστε πολλοὺς συνγραφεῖς τε Λατίνους καὶ Ἕλληνας περὶ τούτου συνγεγραφέναι. δυστυχῶς δὲ αὐτῶν ουδεὶς ἐξηγήσατο τίνι τρόπῳ ἐκτήσατο ὁ Θεμιστοκλῆς τὴν ἕξιν τοῦ Περσιστὶ λέγειν, ὁ δ’ οὖν Κοϊντιλιανὸς καὶ ὁ Βαλέριος Μάξιμος εἶπον τὴν αἰτίαν τούτου εἶναι τὴν μνήμην, οἷος γάρ τε ἦν ὁ Θεμιστοκλῆς πάντα ἐν τῇ μνήμῃ σῴζειν, πῶς δὲ τοῦτο εἰς ἀκρίβειαν διεπράξατο μόνοι οἱ θεοὶ ἴσασιν. οὕτως οὖν περὶ τοῦ μανθάνειν ἑτέραν γλῶτταν ἱκανῶς εἴρηται, ἔλθωμεν δὲ πορροτέρω εἰ εὕρωμεν ἄν τι περὶ μανθάνειν αὐτὴν τὴν Ἑλληνικήν.

3. Τί δπερμανθάνειν ατν τν λληνικήν;

a. Παράδειγμα τς διδασκαλίας παρτῷ Πλάτωνι

τοιγαροὖν εὗρον παρὰ τῷ Πλάτωνι ἐν τοῖς διαλόγοις Ἀλκιβιάδης τε καὶ Πρωταγόρας καλουμένοις παραδείγματα δηλοῦντα τὸν τότε τρόπον μανθάνειν Ἑλληνιστὶ λέγειν· ὁ οὖν Ἀλκιβιάδης οὐκ ἦν διδάσκαλος ἑαυτοῦ τοῦ ἑλληνίζειν, ἀλλ᾽ εἰς τοὺς πολλοὺς ἀναφέρει ὡς διδασκάλους, ἤδη εἰδότας καὶ μὴ ἀλλήλοις διαφέρεσθαι περὶ οὗ μέλλουσι διδάσκειν, οἷον πότερον χρῆμά τι λίθος ἢ ξύλον ἐστίν. πάνυ οὖν ὅμοιον τούτῳ κεῖται καὶ παράδειγμα ἐν τῷ Προταγόρᾳ τοῦ Πλάτωνος, ὅπου πάντες οἱ περὶ τὸ παιδίον (συγγενεῖς τε καὶ οἰκεῖοι) ἐδίδασκον καὶ ἐνεδείκνυον τί εἴη ἕκαστον χρῆμα καὶ πότερον ὅσιον ἢ ἀνόσιον εἴη. οὕτως οὖν τὸ μὲν πρῶτον μανθάνει τὸ παιδίον τὰ ὀνόματα τῶν ὄντων ἅμα τοῖς ἐπιτεδεῦμασι, ἔπειτα δὲ ἤδη ἐν τῷ διδασκαλείῳ ἀναγκάζεται μανθάνειν ἀπὸ στόματος τὰ ποίηματα τῶν ἀγαθῶν ποιητῶν. εὑρίσκομεν οὖν ὅτι ἀνάπαλιν παραδίδοται ἡ γλῶττα διὰ τῆς συνουσίας μετὰ τῶν πολλῶν. ἀλλὰ ἐνταῦθα περὶ τρόπου ἢ τέχνης τινὸς ἀκριβῶς μανθάνειν οὐδὲν εἴρηται.

b. σα λέγεται περατοτοΠρωταγόρου

Ἀλλὰ ἴσως εἴποι ἄν τις ὑμῶν ὅτι ὁ Πρωταγόρας ῥήτωρ καὶ σοφιστὴς καὶ δὴ καὶ γλωσσολόγος ὤν ἐγίγνωσκε τέχνην καὶ τρόπον διδάσκειν τὴν Ἑλληνικήν, τοῦτο δὴ οὐδαμῶς ἀμφιβητῶ. πολλὰ γὰρ ἐπίστατο οὐ μόνον περὶ τῆς ῥητορικῆς –τοῦτο δῆλον πᾶσι– ἀλλὰ καὶ αὐτὸς ὁ πρῶτος ἀνεῦρε πολλὰ ἄξια λόγου προσήκοντα τῇ γραμματικὴ τέχνῃ ἢ τῇ γλωσσολογίᾳ. ἀλλὰ τοιαῦτα οὐ μὴν συμβάλλεται πολὺ εἰς τὸ διδάσκειν τὰ πρῶτα δὴ στοιχεῖα τῆς Ἑλληνικῆς γλώττης.

c. Περδτον δυον ες εεδοξοτάτοιν φιλοσόφοιν

ὁμοίως δ’ οὖν συμβαίνει ὅταν ἀποβλέπωμεν πρὸς τὸν Πλάτωνα τε καὶ τὸν Ἀριστοτέλη, ὅσα γὰρ συνέγραψαν περὶ τῆς γλώττης αὐτῆς ἅτε φιλόσοφοι ὄντες μᾶλλον προσήκει –δῆλον ὅτι– τῇ φιλοσοφία. τοιγαροῦν ἐν τῷ διαλόγῳ Κρατύλος ἐπιγραφομένῳ ὁ λόγος ἐστὶ περὶ τῆς ὀρθότητος τῶν ὀνομάτων, πότερον μὲν φύσει ἢ νόμῳ ὀρθῶς ὀνομάζονται τὰ ὄντα, πότερον δὲ ἀληθῶς ἔξεστι εἰδέναι τὰ ὄντα διὰ τῶν ὀνομάτων. Παρὰ δὲ τῷ Ἁριστοτέλει ἐν μὲν τοῖς βιβλίοις περὶ τῆς λογικῆς τέχνης προβάλλεται, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ὅπως διάκεινται τὰ μεταφυσικὰ πράγματα πρὸς τὴν συμπλοκὴν τῶν ῥημάτων τοῖς ὀνόμασι (τουτέστι πρὸς τὴν σύνταξιν), ἐν δὲ τῇ ῥητορικῇ ἢ ἐν τῇ ποιητικῇ ὁ λόγος ὅ γε τῇ γλώττῃ προσήκων μᾶλλόν ἐστι περὶ τῆς λέξεως. Τοιαῦτα οὖν οὐδὲ συμβάλλεται πολὺ εἰς τὸ μανθάνειν τὰ πρῶτα δὴ στοιχεῖα τῆς Ἑλληνικῆς γλώττης.

4. Οκ λίγα μέντοι πάρχει τν τῷ ἈλεξάνδρτΜακεδονίδιαδόχων τς παρχίας διανειμαμένων ἃ ἔγωγε μως ἐῶ νν δχαίρειν, λέγω δτίνα καδιτί ατὰ παρίημι.

Τὰ μὲν πρῶτα –λέγω οὖν τὰ Ἑρμενεύματα Ψευδοδοσιθέανα, ἢ τοὺς παπύρους ἀπὸ τῆς Αἰγύπτου– ἐῶ νῦν γε χαίρειν ὅτι ἀνάπαλιν φαίνεταί μοι οὐδεμίαν τέχνην ἔχοντα, πάντα γὰρ κεῖται ἤτοι ἐπὶ τῇ μνήμῃ ἢ ἐπὶ τῇ συνουσία μετὰ ἄλλων συγγενῶν ἢ οἰκείων. τὰ δὲ δεύτερα — λέγω νῦν γε τὰ τὼν στωίκων ἢ τῶν γραμματικῶν– καὶ παρίημι ἐνταῦθα ὅτι ἄγαν τεχνικὰ ὄντα οὐ βοηθεῖ τῷ βουλομένῳ πορεύεσθαι τὴν ὁδὸν πρὸς τὸ εὖ ἑλληνίζειν·

5. Ες τν Πόλιν δή!

οὕτως οὖν ἐπειδὴ οὐδὲν ὡς ἔπος εἰπεῖν ἐν ταῖς πάλαι πηγαῖς εὕρομεν περὶ τοὺ μανθάνειν ἑτέραν γλῶτταν ἢ τὸ Ἑλληνίζειν αὐτό, μᾶλλον λυσιτελεῖ ἡμῖν ἰέναι οὐκ εἰς τὴν ἀρχὴν πάντων ἡμῶν, οὐ μὰ Δία Ἀθήναζε, ἀλλὰ, Θεοῦ θέλοντος, εἰς τὸν μέσον αἰῶνα, λέγω δὴ εἰς τὴν Πόλιν· ἐκεῖ γὰρ παρὰ τοῖς καθ’ ἡμᾶς ἐπικαλουμένοις Βυζαντινοῖς εὑρίσκομεν μὲν ὅτι κἂν ἡ παλαιὰ Ἑλληνικὴ γλῶττα οὐκ ἔτι ἤν αὐτοῖς πάτρῳος γλῶττα, ὅμως δὲ ταύτην ἔμαθον οὐ μόνον λέγειν ἀλλὰ καὶ γράφειν, εὑρίσκομεν δὲ καὶ δὴ καὶ δύο τρόπω πάνυ σαφῶς πεφρασμένω, τὸν μὲν τῶν σχεδιοφραφιῶν, τὸν δὲ τῆς ἐγκυκλίου παιδεύσεως. Αὐτὴ οὖν ἡ Ἄννα Κομνηνὴ, Θυγάτηρ τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, ποιεῖται μνήμην τούτοιν δυοῖν τρόποιν μανθάνειν τὴν Ἑλληνικὴν γλῶτταν ἐν τῇ πέντεκαιδεκάτῃ βίβλῳ τῆς Ἀλεξιάδος, ὅπου τὰς πράξεις ἐξηγεῖται τοῦ αὐτῆς πατρὸς, ὅσας τε οὗτος τῶν σκήπτρων ἐπειλημμένος κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.

7. a. Περμν τν σχεδιογραφν

τοιαῦτά ἐστι, ὡς ἁπλῶς εἰπεῖν, ἡ ὁδὸς καθ’ ἣν ἡμεῖς ἔτι καὶ νῦν ἀναλύσαντες τὸν λόγον διαμέρίζειν εἰς τεμάχια, ἥπερ πολλάκις καλεῖται τὸ νῦν ἡ Προυσιανικὴ μέθοδος. κείσθω δὲ ὡς παράδειγματα μόνον τάδε·

b. Περδτς γκυκλίου παιδεύσεως;

τοαῖυτα δὲ τὰ μελετήματα ἐσπουδάσθησαν διὰ τοῦ μέσου αἰῶνος μέχρι τοῦ καθ ἡμᾶς χρόνου πρὸς τὸ μανθάνειν τὸν εὖ τρόπον τῆς λέξεως.

9. Ες τίνα διαιρεται τμέρη τν γκυκλίων μαθημάτων

1. μιμεῖσθαι
2. ἀνάγνωσις ἡ παθητικὴ ἕξις τοῦ λαμβάνειν διὰ τῆς ὄψεως
3. ἀκρόασις ἡ παθητικὴ ἕξις τοῦ λαμβάνειν διὰ τῆς ἀκοῆς
4. παράφρασις
a) ἀπὸ στόματος ἡ ἐνεργητικὴ ἕξις τοῦ λέγειν
b) γράμμασι ἡ ἐνεργητικὴ ἕξις τοῦ λέγειν

10. κ τν ηθέντων ον συλλογίζεται τάδε·

Ἐπεὶ παρὰ τοῖς πάλαι Ἕλλησι οὐκ ἐστι ἀκριβῶς τέχνη μανθάνειν ἑτέραν γλῶτταν οὐδὲ αὐτὴν τὴν Ἑλληνικήν, μᾶλλον λυσιτελεῖ τῷ βουλομένῳ πορεύσθαι τὴν ὁδὸν εἰς τὸ εὖ ἑλληνίζειν τὸ πρῶτον ἀποβλέπειν εἰς τὰς τέχνας τῶν καθ ἡμᾶς καλουμένους βυζαντινούς. Εἴχον γὰρ δύο τέχνας μανθάνειν τὴν παλαιὰν Ἑλληνικήν, τὴν μεν τῆς σχέδου, τὴν δὲ τῆς ἐγκυκλίου παιδεύσεως. Ἡ μὲν πολλάκις καλεῖται τὸ νῦν γε ἡ Προυσιανικὴ μέθοδος, ἡ δὲ ἑτέρα ὁμοιότερά ἐστι τῆ φύσει μεθόδῳ. Ἐστι γὰρ τέχνη ἡ μιμεῖται τοὺς πάλαι συγγραφέας διὰ τῆς ἀναγνώσεως, τῆς ἀκροάσεως καὶ τῆς παραφράσεως. Τούτέστι διὰ τῶν ἀναγκαίων ἕξεων αἷς χρώμεθα ἀεὶ μανθάνοντες ἡντιναοῦν γλῶτταν.

Rogelio Toledo Martin has a BA in Classics from the Universidad Nacional Autónoma de México and an MA in Classics from the Freie Universität Berlin. His Ph.D. research will be on the Greek translations of Maximos Planudes of Boethius’ Consolation of Philosophy, but he still does not know where. His interests include Linguistics, Philosophy of Language, Philosophy, and Language Teaching. He has taught Ancient Greek as a living language during summer or winter courses at the National Autonomous University of Mexico; at Ouranos in Madrid, Spain; at Polis Institute both in Rome and in Jerusalem; and at the Adam Mickiewicz University in Poznan, Poland. He is co-founder of Triodos-Trivium and is currently coordinator of the Greek and Latin department at Polis, the Jerusalem Institute of Languages and Humanities.


Ἀθήναζε; πρὶν δὲ εἰς τὴν Πόλιν was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Ἀθήναζε; πρὶν δὲ εἰς τὴν Πόλιν