Βαρβαρίζοντες ἑλληνίζoμεν

Περὶ τῆς τοῦ Σκύθου διαλέκτου παρ Αριστοφάνει ’Ιεννιφερ Γλασερ λεγει

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ὀγδόῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης ἐν Νέῳ Ἐβοράκῳ ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2020.][This lecture was given at Living Latin in New York City in February 2020.]

Συγγραφή/Abstract: Παρὰ τοῖς ἐκ Θεσμοφοριαζουσῶν τοῦ Ἀριστοφάνους, ὡς κηδεστής τις τοῦ Εὐριπίδου ἑάλωκε προσποιούμενος γυναῖκα εἶναι καὶ μένων τὴν αὑτοῦ δίκην, κωλύει φυγήν τε αὐτοῦ καὶ ἀνάλυσιν τῆς κωμῳδίας τοξότης τις Σκύθης. οὗτος δὲ Σκύθης ὢν οὐ καλῶς ἀττικίζει. ἵνα τἀληθῆ εἴπω, τὰ πλημμελήματα αὐτοῦ ὅμοια φαίνεται εἶναι οἷς πλημμελοῦμεν καὶ ἡμεῖς πειρώμενοι ἑλληνίζειν τὰ νῦν, καίπερ τὴν γραμματικὴν μαθόντες. ὅταν γὰρ λέγειν εὐρόως ἐπιχειρῶμεν, οὕτως ἀλλάσσομεν τὰ γένη, λείπομεν αἰτιατικήν τινα, ὥστε παντάπασιν ἐπιλανθάνεσθαι ἡμᾶς τοῖς κανόσι χρῆσθαι οὓς μόγις ἐκμεμαθήκαμεν ὀρθῶς.

ἆρ ἴσως ὁ Σκύθης παρὰ τῷ Ἀριστοφάνει, βάρβαρός τε καὶ μέτοικος ὤν, αὐτὰ ἐκεῖνα πάσχει ἃ πάσχομεν καὶ ἡμεῖς; καὶ γὰρ καὶ ἐκεῖνος καὶ ἡμεῖς τῇ ἑλληνικῇ χρώμεθα ὡς δευτέρᾳ γλώττῃ. πῶς ἂν οὖν ὁ Ἀριστοφάνους νοῦς περὶ μετοικοῦντος ξένου ἐν αὐτοῦ τῇ πόλει βοηθήσειε ἡμῖν, ὡς καὶ αὐτοῖς μετοικοῦσι ξένοις, εὑρεῖν ἴδιον τόπον ἐν ἀνθρώποις οἳ διήγαγον τόσον ἀφ ἡμῶν τοῦ τε κόσμου καὶ τῆς γλώττης; τε καὶ μέτοικος ὤν, αὐτὰ ἐκεῖνα πάσχει ἃ πάσχομεν καὶ ἡμεῖς; καὶ γὰρ καὶ ἐκεῖνος καὶ ἡμεῖς τῇ ἑλληνικῇ χρώμεθα ὡς δευτέρᾳ γλώττῃ.

Jenni Glaser is a 2nd year graduate student in the department of Greek, Latin and Classical studies at Bryn Mawr College. She received her MA in Classical Philology from Fordham University, and is currently working on emotion in Seneca’s tragedies. Her interests include Greek and Roman drama, metaphors of emotion, and reception.


Βαρβαρίζοντες ἑλληνίζoμεν was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Βαρβαρίζοντες ἑλληνίζoμεν