Βαρβαρίζοντες ἑλληνίζομεν·

περὶ τῆς τοῦ Σκύθου διαλέκτου παρʼ Αριστοφάνει

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ὀγδόῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης ἐν Νέῳ Ἐβοράκῳ ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2020.]

[This lecture was given at Living Latin in New York City in February 2020.]

Συγγραφή/Abstract: Παρὰ τοῖς ἐκ Θεσμοφοριαζουσῶν τοῦ Ἀριστοφάνους, ὡς κηδεστής τις τοῦ Εὐριπίδου ἑάλωκε προσποιούμενος γυναῖκα εἶναι καὶ μένων τὴν αὑτοῦ δίκην, κωλύει φυγήν τε αὐτοῦ καὶ ἀνάλυσιν τῆς κωμῳδίας τοξότης τις Σκύθης. οὗτος δὲ Σκύθης ὢν οὐ καλῶς ἀττικίζει. ἵνα τἀληθῆ εἴπω, τὰ πλημμελήματα αὐτοῦ ὅμοια φαίνεται εἶναι οἷς πλημμελοῦμεν καὶ ἡμεῖς πειρώμενοι ἑλληνίζειν τὰ νῦν, καίπερ τὴν γραμματικὴν μαθόντες. ὅταν γὰρ λέγειν εὐρόως ἐπιχειρῶμεν, οὕτως ἀλλάσσομεν τὰ γένη, λείπομεν αἰτιατικήν τινα, ὥστε παντάπασιν ἐπιλανθάνεσθαι ἡμᾶς τοῖς κανόσι χρῆσθαι οὓς μόγις ἐκμεμαθήκαμεν ὀρθῶς. ἆρ ἴσως ὁ Σκύθης παρὰ τῷ Ἀριστοφάνει, βάρβαρός τε καὶ μέτοικος ὤν, αὐτὰ ἐκεῖνα πάσχει ἃ πάσχομεν καὶ ἡμεῖς; καὶ γὰρ καὶ ἐκεῖνος καὶ ἡμεῖς τῇ ἑλληνικῇ χρώμεθα ὡς δευτέρᾳ γλώττῃ. πῶς ἂν οὖν ὁ Ἀριστοφάνους νοῦς περὶ μετοικοῦντος ξένου ἐν αὐτοῦ τῇ πόλει βοηθήσειε ἡμῖν, ὡς καὶ αὐτοῖς μετοικοῦσι ξένοις, εὑρεῖν ἴδιον τόπον ἐν ἀνθρώποις οἳ διήγαγον τόσον ἀφ ἡμῶν τοῦ τε κόσμου καὶ τῆς γλώττης; τε καὶ μέτοικος ὤν, αὐτὰ ἐκεῖνα πάσχει ἃ πάσχομεν καὶ ἡμεῖς; καὶ γὰρ καὶ ἐκεῖνος καὶ ἡμεῖς τῇ ἑλληνικῇ χρώμεθα ὡς δευτέρᾳ γλώττῃ.

Χαίρετε πάντες, καί χάριν ὑμῖν ἔχω παροῦσιν. Ἡ ἀχρόασις μου ὁρίζονται Βαρβαρίζοντες ἑλληνίζομεν περὶ τῆς τοῦ Σκύθου διαλέκτου παρ’ Ἀριστοφάνει. Ἄνδρες Ἀθηναῖοι, ὡς ἔπος εἰπεῖν, μὴ ὄντες ἡμεῖς Ἀθηναῖοι ἀλλὰ βάρβαροι, ἅτε λέγοντες βαρβαριστί· βρεττανιστί, γερμανιστί, σπανιστί, γαλλιστί καὶ ταῖς λοιπαῖς. Τήμερον προθήσοιμι ἂν ὑμῖν πρόθεσιν περὶ προσώπου τινος παρὰ τῷ Ἀριστοφάνει φανέντος περὶ τῆς γλώττης αὐτοῦ, καὶ περὶ ἡμῶν τῆς λαλιᾶς ἑλληνιζόντων τὰ νῦν. Ἐν Θεσμοφοριαζουσαῖς, μία τῶν τοῦ Ἀριστοφάνους κωμῳδίων Σκύθης τις, δοῦλος κοινός, τοῦτ᾽ ἐστιν, ὃς ὑπὸ τῆς πολέως κυριεύεται, φαίνεται ὢν ἑν ἐκ τῶν κυριωτάτων προσώπων. Τὸν μὴν Ἀθήναιον μὴ ὄντα, ὁ Ἀριστοφάνης σκώπτει μιμούμενος τὴν προφορὰν καὶ τὰ σπάλματα ἃ φθέγγεται πειραζόμενος ἑλληνιστί λέγειν. Τὰ γὰρ αὐτοῦ ἔπη ἔμοιγε ἀναμιμνήσκει τὰ ἡμῶν. Καὶ γὰρ ἡμεῖς σφάλλομεν καὶ ἄτοπα προφέρομεν ἑλληνιστί λέγοντες καὶ διαλεγόμενοι. Τοιγαροῦν ἵνα μάθωμεν ὀλίγον τι συμπαθείας καὶ πρὸς αὐτὸν, πρὸς τὸν Σκύθην, καὶ πρὸς ἡμᾶς αὐτοὺς σκοπώμεθα τὴν διαλέκτον καὶ τὴν λέξιν τουτοῦ τοῦ Σκύθου.

Καίπερ μὲν ἄλλων ἑτερογλώττων ἐπιφανέντων παρʼ Ἀριστοφάνει, οἷον Ψευδαρτάβου τοῦ Πέρσου ἐν Ἀχάρνεσί τε καὶ τοῦ θεοῦ τοῦ Τριβάλλου ἐν Ὄρνιξιν κέκρικά γε τὴν τοῦ Σκύθου λέξιν ἀποβλέπειν ταύτῃ τῇ ζητήσει. Ὁ γὰρ τοξότης μέτοικός που παρὰ τοῖς Ἀθηναίοις τὸν βίον ἄγων τυγχάνει. Ὁ δὲ Ψευδαρτάβας τε καὶ ὁ Τρίβαλλος θεὸς μόνον ἐπεδήμησαν Ἀθήνησι. Οὗτοι μὲν βατταρίζοντες οὐδαμῶς ἔμαθον τὴν ἑλληνικήν, ὁ δὲ πάντως. Διαλέγεται γὰρ συνεχῶς καὶ χρηστῶς τοῖς πρωταγωνισταῖς, τῷ Εὐριπίδῃ καὶ τῷ κηδεστῇ αὐτοῦ. Κηδεστής ἐστιν ὁ πατὴρ τῆς γυναικός τοῦ Εὐριπίδου.

Οἱ γὰρ νῦν σχολαστικοὶ ὁμολογοῦσιν τὴν τοῦ Σκύθου ῥῆσιν ὁμοίαν εἶναι τῇ τότε οὔσῃ, οὐ δὲ μέντοι συμφωνοῦσιν περὶ τοῦ νοῦ τοῦ κωμῳδοῦ, τοῦ Ἀριστοφάνους. Ἡ μὲν Ἔδιθ Ἅλλ διαβάλλει αὐτὸν ὡς πάντας τοὺς βαρβάρους καὶ δούλους χλευάζοντα δείκνυντα αὐτοὺς ὄντας ἀνοήτους καὶ ἀγροίκους. ‘Ἁλλοι δὲ σχολάστικοι, οἷος ἐστιν ὁ Ἀνδρέας ουιλλι, εἰς τὸ τοὺς Σκύθας τῷ ὄντι τοῦτον τὸν τρόπον φθέγγεσθαι ἀποβλέπουσι, ἐν δὲ τούτῳ συμπάθειαν καὶ σύνεσίν τινα τοῦ Ἀριστοφάνους τῶν βαρβάρων πειρασθέντων μετοικεῖν καὶ λέγειν ἐν τοῖς Ἀθηναίοις εὑρίσκουσιν. Ἴσως δυνάμεθα εἰπεῖν ὅτι οὐ πλεῖον σκώπτεται ὁ Σκύθης τῶν… πάντες σκώπτονται. Τοῦτο μὲν ἀξιόν ἐστιν σκέψεως οὐ μέντοι νῦν σκέψομαι αὐτό. Δεῖ γὰρ τὴν ζητοῦσαν ἀκριβὼς ἐννοήσαι καὶ τὰ ἔθη καὶ τὰς πράξεις τοῦ Σκύθου βλέπουσαν εἰς τὰ ἱστορικὰ καὶ τὰ ἀλλὰ γράμματα. Ἐνθάδε δὲ μόνον τὴν ῥῆσιν τοῦ Σκύθου σκεψόμεθα, ἵνα κρεῖσσον συμπάθωμεν αὐτῷ καὶ τοῖς συμμαθηταῖς ἡμῶν.

Ἡ μὲν ὑπόθεσις τῆς κωμῳδίας ἔχει οὕτως· ἑορτῆς γενομένης ὀνόματι θεσμοφορίων ἐν ᾗ τῶν Ἀθήνων γυναῖκες εἰς ἐκκλησίαν ἐκλήθησαν τρεῖς ἡμέρας ἵνα θύσωσιν καὶ τὰ νομικὰ ποιῶνται τοῖν θεοῖν Δημήτερι καὶ Κόρῃ. Εὐριπίδης ὁ τραγῳδός φοβεῖται μὴ κακὸν τι βουλεύωνται αἱ γυναῖκες ἀντὶ τῶν προσώπων τῶν θηλέων ἁ δεινῶς ἐποιεῖτο ἐν ταῖς τραγοιδίαις, οἷον τὴν Φαῖδραν καὶ τὴν Σθενέβοιαν. Πέμπεται οὖν ὁ Εὐριπίδης τὸν αὑτοῦ ἀνώνυμον κηδεστήν, τὸν πατέρα τῆς γυναῖκος αὐτοῦ, ὡς αὐτὸν σώσοντα προσποιούμενον γυναῖκα εἶναι. Διὰ τῆς κωμῳδίας πολλαί τραγῳδίαι σκωπτόνται καὶ ἀναμιμνήσκονται εἰς τοῦτο, οἷον Τελήφος, Παλαμήδης, Ἑλένη, καὶ Ἀνδρομέδα. Τοῦτ᾽ὠνομάσται παρατραγῳδία ὑπὸ τῶν νῦν σχολαστίχων. Ἐν μὲν οὖν τῷ τεττάρτῳ ἐπεισοδίῳ, τῷ περὶ Ἀνδρομέδας, τὸν κηδεστὴν ἁλόντα ὑπὸ τῶν γυναίκων καὶ φωράσαντα τῶ ὄντι μὴ γυναῖκᾳ ἀλλ᾽ ἄνδρα εἶναι, ὁ Σκύθης κελεύεται ἐλθὼν τοῦτον φυλάττειν.

Τὸ γελοῖον ἐν τούτοις τοῦτ᾽ἐστιν· δῆλον ὅτι ὁ κηδεστής ἀνήρ ἐστιν, κἂν ἠμφιέσμενος ᾗ τὰ ἀλλὰ γυναικεία ἱμάτια καὶ δὲ καὶ τὸν κροκωτόν. Ὁ οὖν Σκύθης τοῦτο ἐπιγιγνώσκων ἐκπλήττεται ἀκούων τοῦ κηδεστοῦ καὶ τοῦ Ευριπίδου τὰ ἔθη τῆς τραγῳδίας Ἀνδρομέδας ὑποκρινομένων. Ὁ γὰρ κηδεστὴς τὴν τοῦ βασιλέως θυγατέρα, Ἀνδρομέδαν, ἅμα καὶ τῷ τὸν Εὐριπίδην τὸν Περσέα. Τοιγαροῦν, σύγχυσις γενέων γίγνεται τῷ ταλαιπώρῷ Σκύθῃ οὐ μονὸν κατὰ τὰ γραμματικὰ, ἀλλὰ καὶ κατὰ τὰ φυσικὰ γένη. Προθείην ἂν μέντοι ὅτι ὁ Ἀριστοφάνης χρῆται τοῖς συμβαίνουσι τῆς κωμῳδίας ἅμα καὶ τοῖς τῷ ὄντι ἁμαρτήμασι τῶν Σκύθων ὅπως ἂν κατὰ τὴν φύσιν σύγχυσις γενέων ἣ γίγνεται τοῖς δευτέρα γλώττη λέγουσιν γελοιότερον φάνη. Καὶ δὲ καὶ τὴν αὐτὴν σύγχυσιν πάσχομεν αὐτοί, ὁμοίοι τῷ Σκύθῃ ὄντες τὴν ἕξιν.

Ἀναγνώμεν οὖν ὀλίγον τι ἐκ τῶν Θεσμοφοριαζούσων· τόδ᾽ἐστιν οἷον δράμα ἒν δράματι, ὡς πρότερον ἔλεγον. Ὁ δὲ ταλαίπωρος τοξότης, ὁ Σκύθης, οὐ καταλαμβάνει τὸ δράμα. Ὁ μὲν κηδεστὴς κρέμμαται ἐπὶ δοκοῦ καὶ προσδοκᾷ τὴν ἑαυτοῦ μοῖραν, ὥσπερ Ἀνδρόμεδα προσεδόκα τὸ κῆτος ἐκ τῆς θαλάττης. Ὁ δὲ Ευριπίδης ἥκει ἵνα λύῃ αὐτήν, πετάμενος ὥσπερ ὁ Περσεύς. Ὁ δὲ Σκυθης ἄκων ὑποκρίνεται τὸ κῆτος. Νῦν ἴδετε τὰς σελίδας ὑμῶν, ἐκεῖ… ἐκ τῶν Θεσμοφοριαζούσων καὶ ἡ γλῶττα ὡς λέγομεν ἡ γλῶττα τοῦ τοξότου, τοῦ Σκύθου δύσκολος ἐστιν, διὰ τοῦτο ἐγὼ μεθερμηνεύω ὑμῖν εἰς τὴν Ἀττικὴν διάλεκτον. Ὁ κηδεστὴς ὡς Ἀνδρομέδα: “ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν.” Καὶ ὁ τοξότης: “οὐκὶ μὴ λαλῆσι σύ; κατάρατο, τολμᾷς ἀποτανουμένη λαλῆς;” Ἀττικιστί: “οὐχὶ μὴ λαλήσεις σύ; κατάρατε, τολμᾷς ἀποθανουμένη λαλεῖν;” Εὐριπίδης: “ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.” Τοξότης: οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο.” Ἀττικιστί: “οὐ παρθέν᾽ἐστίν, [παρθένος] ἀμαρτωλὸς γέρων καὶ κλέπτης καὶ πανοῦργος.” Σφάλμα μικρόν ἐστιν ἐν τῇ σελίδι τὸ δεύτερον… τὸ πρῶτον ἀμαρτωλή… ἀλλὰ δεῖ εἶναι πνεῦμα δασὺ ἐπὶ τοῦ α, ἁμαρτωλός. Καὶ Εὐριπίδης: “Ληρεῖς ὦ Σκύθα. Αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.”

Ὡς οὖν δύνασθε ἰδεῖν, ὁ τοξότης καταλαμβάνει τὸν κηδεστήν μὴ εἶναι γυναῖκα. Τὸ πρῶτον χρῆται τῷ θηλυκῷ γένει, “ἀποτανουμένη.” Εἶτα δὲ συγχεῖται περὶ τοῦ ἐπιθήτου, ἀμαρτωλός. Τοῦτο γὰρ τὸ ἐπίθετον λήγει μόνον εἰς -ος καὶ -ον, οὐδέποτε εἰς -η. Μεταβάλλει δὲ ὁ Σκύθης αὐτὸ ἐν τῇ ἀπορίᾳ αὐτοῦ. Χρώμενος σχήματι θηλυκῷ μὴ ὑπάρχοντι σὺν ὀνόματι ἀρσενίκῳ, “γέρων.” Ἵνα μὴ δοκῆτε τοιαῦτα ἁμαρτήματα γεννηθήναι ἐκ τῆς συνέχειας, ἴδετε πρότερον διάλογον τοῦ τοξότου καὶ τοῦ Εὐριπίδου ἀλλα τότε τοῦ Εὐριπίδου ὑποκρινομένου Ἠχώ.

Καὶ τὶ ποιεῖ Ἠχώ; Διττολογεῖ, πάλιν λέγει ὃ ἀκούει ἡ Ἠχώ, καὶ νῦν ὁ Εὐριπίδης ὑποκρίνεται αὐτήν. Μὴ Οὐ βλέπει ὁ Σκύθης τὸν Εὐριπίδην. Τοῦτο ἐστι τὸ δεύτερον κείμενον ἐν τῆ σελίδι ὑμῶν. Τοξότης: “Πῶτε τὸ πωνή;” Τουτέστιν: “πότε ἡ φωνή;” Ἠχώ: “πῶτε τὸ πωνή;” “πότε ἡ φωνή;” Εἶτα λέγει ὁ τοξότης τῶδε: “λαβὲ τὴ μιαρά.” Τουτέστιν: “λαβὲ τὴν μιαράν.” Εὐριπίδης ὡς Ἠχώ: “λαβὲ τὴ μιαρά.” “Λαβὲ τὴν μιαράν.” Καὶ τὸ ἐσχατὸν ὁ τοξότης λέγει τῶδε “Λάλο καὶ κατάρατο γύναικο.” Καὶ τουτέστιν: “λάλος καὶ κατάρατος γυνή.” Ἴσως ἐπὶ τῆς κλητικῆς ἐστιν, οὐκ οἴδαμεν ἀλλὰ ἐγὼ ἔγραψα ἐπὶ τῆς εὐθείας, οὐ πολὺ διαφέρει.

Ὧδε βλέπομεν φαινόμενον ὃ ἤδη εὡράκαμεν ἐν τῷ πρώτῳ ἐπεισοδίῳ. Πολλάκις γὰρ λήγεται τὰ ὀνομάστικα σχήματα εἰς -ο. Μάλιστα τοῦτο ὁρῶμεν ἐν τῷ “λάλο καὶ κατάρατο γύναικο,” ἀλλὰ καὶ πρότερον εἴδομεν “κλέπτο καὶ πανοῦργο.” Ἴσως τοῦτο ἐστιν ὃ γίγνεται περὶ τοῦ “τὸ πωνή,” ἀλλ᾽ ἔμοιγε δοκεῖ μὴ οὕτως ἔχειν, ἐμὲ ἁπτῶς ἐχέ , ὅτι ὀρθῶς ἥρμοσε τὸ γένος ὅτε εἶπε τὴ μιαρά. Ὑποβάλοιμι ἂν τὸ σχῆμα εἰς ο εἶναι μηχανήν τινα τοῦ λέγοντος εἰς τὸ ἀμύνειν ἁμαρτήματα. Χρῆται οὖν κοινοτέρῳ σχήματι ὅταν μὴ κινδυνεύει λέγων. Καί αὑτὴ ἡ πρᾶξις βοηθεῖ μὴ διακρίνηται περὶ τῶν πτώσεων. Καὶ ὁμοῖον τι ποεῖ καὶ ποιεῖται περὶ τῶν πτώσεων οὐ μόνον περὶ τῶν γενέων. Λέγει γὰρ ὁ τοξότης “λαβὲ τὴ μιαρά,” χρώμενος τῇ εὐθειᾳ πτώσει ἀντὶ τῆς αἰτιατικῆς, οὐ λαβὲ τὴν μιαράν, ἀλλὰ καί ὁμολογεῖ διαφορὰν ἐν τῇ ἡμισείᾳ γε κλίσει τοῦ τὴ, οὐ ἡ, ἀλλὰ τή. Ἄρα ὑμεῖς ἐπιγιγνώσκετε αὐτοὶ ἢ τοὺς μαθητὰς οὑτὼς ἐχεὶν λέγοντες ἑλληνιστί; Ἐγὼ μὲν ἐμαυτήν, μάλιστα ἐν τῇ ἄρχῃ.

Ὑμῶν δὲ προσσχόντων τὸν νοῦν, ὁ Ἀριστοφάνης οὐ μόνον μιμεῖται τὰ ἄτοπα γραμμάτικα ἀλλὰ καὶ τὴν πρόφοραν. Ἡ γὰρ πρόφορα τοῦ Σκύθου μάλιστα ὥρισται ἐν τοῖς πνεύμασι. Οὐ προφέρει τὸ πνεῦμα, οὐδὲ τὰ στοιχεῖα φ, χ, η καὶ θ οἷα εἴδομεν ἐν τῷ “πωνή” καὶ “ἀποτανουμένη,” οὐκ ἀποθανουμένη. Τοιγαροῦν, γίγνεται σκῶμμα γελοῖον ἐκ τοῦτου ἐν τῷ αὔτῳ ἐπεισοδίῳ μετὰ τῆς Ἠχοῦς: Βλέπωμεν, τοῦτο ἐστι τὸ τρίτον κείμενον ἐν ταῖς σέλισιν ὑμῶν. Ὁ κηδεστὴς λέγει περὶ τῆς Ἠχοῦς, περὶ τοῦ Εὐριπίδου. Κηδεστής: “καὶ δὴ φεύγει.” Τοξότης: “ποῖ ποῖ πεύγεις; [οὐ καιρήσεις.]” Τουτέστιν: “ποῖ ποῖ φεύγεις; οὐ χαιρήσεις.” Καὶ Ἠχὼ διττολογεῖ: “οὐκ αἰρήσεις.” “Οὐχ αἱρήσεις.”

Διὰ τὸ μὴ πνεύματι χρῆσθαι, τὰ αξιώματα οὐ χαιρήσεις καὶ οὐχ αἱρήσεις Τὸ μὲν λέγει ὅτι Ἠχὼ οὐκ ἀτιμώρητος ἐκφεύξεται, τὸ δὲ ὅτι ὁ τοξότης οὐ λήμψεται αὐτὴν φεύγουσαν. Πάλιν οὖν ὁ Ἀριστοφάνης ἐπίκουρον τῷ σκώμματι εὑρίσκει ἐν τῇ τῷ ὄντι ῥήσει τοῦ Σκύθου. Δῆλον ὄτι καὶ ἡμεῖς ποικίλαις προφοραῖς ἑλληνίζομεν, τὸ δε κυριώτατον ὅτι ἑλληνίζομεν. Καίπερ τοῦ Ἀριστοφάνους καταγελῶντος ἐκείνου τὴν προφοράν πάντα τὰ πρόσωπα αὐτοῦ τοὺς λόγους συνιάσιν μὴ πράγματα ἔχοντα. Ὤφελον οὖν καὶ ἡμᾶς τοῦτο κατέχειν διαλεγομένους ἑλληνιστὶ μετ᾽ἀλλήλων. Ὅσον ἂν δυνώμεθα ἀλλήλους συνιέναι ἐλεῶμεν ἡμῶν τὰ σφάλματα καὶ ἀνεχώμεθα ἀλλήλους καὶ ἡμᾶς αὐτούς.

Τοιγαροῦν, τῇδε τῇ ζητήσει προύθηκα ὅτι ἡ ἐμπειρία ἡμῶν ἑλληνιζόντων, ψελλιζόντων καὶ τραυλιζόντων, ὄντων γὰρ καὶ ἡμῶν βαρβάρων τρόπον τινὰ καὶ λεγόντων μὴ πατρῴιᾳ γλώττῃ, παρέχει ὁδὸν καινὴν τοῦ τοιαῦτα σφάλματα σκοπεῖν παρὰ τῷ τοξότῃ. Σκοπούμενοι γὰρ τὰ περὶ τοῦ Σκύθου παρὰ τῷ Ἀριστοφάνει, δυνάμεθα σκοπεῖσθαι ἅμα καὶ τόδε περὶ ἡμῶν αὐτῶν, ὅπως λαλοῦμεν ἑλληνιστὶ ξένοι ὄντες. Λοιπόν, Θεσμοφοριαζουσῶν κωμῳδίας οὔσης, δεδήλωται τὸν τοξότην σκωφθῆναι. Πλὴν τοῦτου, ἴσως ὁ Ἀριστοφάνους νοῦς περὶ μετοικοῦντος ξένου καὶ δούλου ἐν αὐτοῦ τῇ πόλει βοηθήσειε ἂν ἡμῖν, ὡς καὶ αὐτοῖς μετοικοῦσι ξένοις εὑρεῖν ἴδιον τόπον ἐν ἀνθρώποις οἳ διήγαγον τόσον ἀφʼ ἡμῶν τοῦ τε κόσμου καὶ τῆς γλώττης. Χάριν ὑμῖν.

Βιβλιοθήκη συγγραφῶν ἀξιολόγων

Brixhe, C. 1987. La langue de l’étranger non grec chez Aristophane. Nancy: Presses universitaires de Nancy.

Clackson, J. 2015. Language and Society in the Greek and Roman Worlds. Cambridge: Cambridge University Press.

Hall, E. 2016. “The Archer Scene in Aristophanes’ Thesmophoriazusae.” Philologus 133 (1–2): 38–54.

Koster, W.J.W. 1996. Scholia in Aristophanem. Scripta academica Groningana. Groningen: Wolters-Noordhoff.

Werner, J. 1992. Zum Umgang mit fremden Sprachen in der griechisch-römischen Antike: Kolloquium der Fachrichtungen Klassische Philologie der Universitäten Leipzig und Saarbrücken am 21 und 22 November 1989 in Saarbrücken. Franz Steiner.

Willi, A. 2014. “The language(s) of Comedy.” The Cambridge Companion to Greek Comedy. Cambridge: Cambridge University Press.

Jenni Glaser is a graduate student in the department of Greek, Latin and Classical studies at Bryn Mawr College. She received her MA in Classical Philology from Fordham University, and is currently working on emotion in Seneca’s tragedies. Her interests include Greek and Roman drama, metaphors of emotion, and reception.


Βαρβαρίζοντες ἑλληνίζομεν· was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Βαρβαρίζοντες ἑλληνίζομεν·