Η ΦΙΜΩΣΙΣ ΤΩΝ ΤΕΘΝΗΚΟΤΩΝ

Η Φίμωσις Τῶν Τεθνηκότων

ὁ Φερνάνδο Βαρρέτο δε Μοραῖς λέγει περὶ τοῦ θανάτου καὶ τῆς φωνῆς τῶν τεθνηκότων

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ὀγδόῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης ἐν Νέῳ Ἐβοράκῳ ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2020.]

[This lecture was given at Living Latin in New York City in February 2020.]

Συγγραφή/Abstract: Τὸ δὲ ἀποκτεῖναι, τοῦτό ἐστιν τὸ ἔσχατον καὶ μέγιστον γένος ἀπελασιῶν. Οὐ μόνον δέ, ἀλλὰ καὶ πᾶσα φωνὴ παντάπασι ἀπεληλαμένη ἢ πεφιμωνένη λέγεσθαι δύναται μεταφορικοῖς τισι τρόποις ὅτι καὶ τεθνηκυῖα, ὡς ἔπος εἰπεῖν, ὑπάρχει. Ἐξίτηλος γὰρ λεγόμενος ἄνθρωπος ἢ οἶνος ἢ φάρμακον ἢ φωνὴ ἢ ἄλλο τι ὁτιοῦν οὐκ ἂν οὕτως ἐκαλεῖτο εἰ μὴ ἐστερήθη τῶν ἰδίων δυνάμεων. Ἀδύνατον μέντοι ἂν εἴη ἀπεληλαμένους ἀνθρώπους ὡς τεθνηκότας ἀξιοῦσθαι εἰ καὶ τοὺς τῷ ὄντι τεθνηκότας, τοῦτ’ἔστιν πάντας τοὺς πάλαι, ὡς πάνυ πεφιμωμένους τε καὶ κατὰ φύσιν ἀφώνους ἠξιοῦμεν, οὐδὲν τοίνυν ἔχοντας εἰπεῖν οὔτε ὑπὲρ ἑαυτῶν οὔτε περὶ ἡμῶν καί, ἑνὶ ἔπει, οὐδεμία πολιτεία αὐτοῖς οὔτε τόπος ὑπάρχων ἐν τῇ ἐκλλησίᾳ τῶν ζώντων. Περὶ δὲ τούτου καὶ ἔτι ἄλλων τοιούτων λόγους ποιήσομαι.

Ὅταν λαλῶμεν περὶ τοῦ ἀπελάσαι, τοῦ ὑπερπαθεῖν, τοῦ ὑβρίσαι, οὐδὲν βιαιότερον ἡμῖν ἔρχεται εἰς τὸν νοῦν ἢ ἀποκτεῖναι.

Καὶ πλεονάκις τοὺς πάλαι θαυμάζομεν ὡς ἀλόγως καὶ βιαίως ἀποκτείναντας.

Ἀθήνησιν, ἐν τῷ πέμπτῷ αἰώνι ἔμπροσθεν τοῦ Χριστοῦ, τουτ’ἔστιν ἐν ταῖς Ἀθήναις τῶν τραγῳδοποιῶν, τῶν σοφιστῶν, τῶν φιλοσόφων, τοῦ Σωκράτους καὶ τοῦ Πλάτωνος, λέγεται ὅτι τότε ἔτι σφάγια ἀνθρώπους ἀπέκτεινον.

Κατὰ δὲ τὴν Σούδαν, τὸ λεξικὸν τὸ βυζαντινόν, τοῦτο ἐποίουν κατ’ἐνιαυτὸν οἱ Ἀθηναῖοι ἐν τοῖς Θαργηλίοις — τὰ δὲ θαργήλια ἱερὰ ἦν τότε παρεσκευασμένα τῷ Ἀπόλλωνι ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ τοῦ μηνὸς Θαργηλιῶνος. Καὶ τάδε τóτε ἐποίουν· δύο ἄνδρας ἐλάμβανον, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν ὡς “καθάρσια ἐσόμενους τῆς πόλεως”.

Καθάρσια ὑπάρχει ἐν τῷ λεξικῷ, τοῦτ’ἔστιν καθάρματα, οὐ πολὺ διαφέρει ᾗτινι λέξει χρώμεθα, ὡς ἐμοὶ δοκεῖ, ταῦτὸ γὰρ ἐν ἐν ταύταις ταῖς λέξεσιν ὑπολαμβάνεται· τοὺς ἄνδρας ἐκείνους καθάρματα εἶναι καὶ τὴν πόλιν κοινῶσαι, τὴν πόλιν ῥυπαρὴν ἐποίουν ἐκεῖνοι διὰ τὸ εἶναι ἐκεῖ.

Τί ἡγούμενοι τοῦτο ἐποίουν οἱ Ἀθηναῖοι; Λέγει δὲ ἡ Σοῦδα ὅτι ἐν τῷ πρόσθεν ἄνθρωπος ἦν ὀνόματι Φαρμακός. τοῦτο ἤδη ἄτοπόν τί ἐστιν. τὸ πρῶτον ὅτι “Φαρμακός” (ἡ λέξις ὀξυτονεῖται) οὐ “φάρμακος” (παροξυτονεῖται) ὑπάρχει.

Καὶ οὗτος ὁ Φαρμακός τοῦτο τὸ κακὸν ἐποίησε· ἔκλεψε τὰς φιάλας τοῦ Ἀπόλλωνος. Τὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας, εἶτα κατελεύσθη (κατελίσθη) ὑπὸ τοῦ Ἀχιλλέως καὶ τῶν ἀμφὶ αὐτόν. Κατὰ δὲ τὴν Σοῦδαν, τὰς θυσίας, τὰ ἱερὰ ἐν τοῖς Θαργελίοις ἀπομιμήματα ἦν τούτων τῶν γεγενημένων.

Εἰ μέντοι ἀληθῶς κατ’ἐνιαυτὸν ἀπέκτεινον οἱ Ἀθηναῖοι τοὺτους τοὺς φαρμακοὺς οὐ πάντως δῆλον δή. ἴσως αὐτοὺς μόνον ἀπήλαυνον οἱ Ἀθηναῖοι, ἴσως ἄλλο τι ἐποίουν. οὔτε δῆλόν ἐστι τίνες ἦσαν οὗτοι οἱ φαρμακοί (πῶς ἐξελέγοντο οἱ φαρμακοί;)

περὶ δὲ τούτων οὐδὲν σαφῶς ἴσμεν, σιγὴ γὰρ μεγίστη ὑπάρχει ἐν ταῖς πηγαῖς. περὶ ἄρα τούτων ἀμφισβητοῦσιν ἀλλήλοις οἱ νῦν ἐπιστήμονες καὶ καθηγηταί.

αὕτη μέντοι σιγὴ ἢ φίμωσις αὐτὴ κατ’αὐτὴν πολλὰ δηλοῖ. εἴτε καὶ τυθέντες οἱ φαρμακοὶ εἴτε καὶ εἰ μή, πάνυ πεφιμωμέναι καὶ ἐξίτηλοι ἐγένοντο αἱ φωναὶ αὐτῶν. Οὕτως ἐξίτηλοι ὥστε οὐ δύνανται ὑπ’ἡμῶν ἀκουσθῆναι.

οὐ δύνανται ἀκουσθῆναι ὅτι φαρμακοὶ ἦσαν, ἄνθρωποι οὐδενὸς ἄξιοι, καὶ ἔτι ὅτι ἀπέθανον, οὐ γὰρ λαλοῦσιν οἱ τεθνηκότες. Οὐ δὲ λαλοῦσιν ἐὰν μὴ λαλῶμεν ἡμεῖς οἱ νῦν οὐ μόνον ὑπὲρ αὐτῶν ἀλλὰ καὶ μετ’αὐτῶν.

τοῦτο δὲ οὐδὲν ἧττον ἀληθές ἐστιν εἰπεῖν καὶ περὶ τῶν φαρμακῶν καὶ περὶ πάντων τῶν παλαιῶν, περὶ πάντων τῶν τεθνηκότων. τῶν γὰρ δὲ πάλαι, καὶ οἱ κτείναντες καὶ οἱ τεθνεῶτες ἤδη εἰς Ἄιδου κατῇσαν

Τὸ δὲ ἀποκτεῖναι, τοῦτό ἐστιν τὸ ἔσχατον γένος ἀπελασιῶν. Εἰ γὰρ βούλει φιμῶσαι φωνήν τινα, οὐδὲν ἀκυτικώτερον ἢ ἀποκτεῖναι. ἀπὸ δὲ τούτων τῶν εἰρημένων ἡ φίμωσις τῶν τεθνηκότων φαίνεται ὥσπερ ὁ πρῶτος τύπος πασῶν τῶν ἀπελασιῶν.

διὰ τί λέγω ταῦτα; πρὸς τί προσορῶν;

ὅταν τοιαῦτα ἐρωτήματα ἐρωτῶμεν περὶ τῶν παλαιῶν, οἷον: τίνες ἦσαν οἱ φαρμακοί; ἆρα ἀληθῶς κατελιθάζοντο ἢ οὔ; ὅταν τὰ τοιαῦτα ἐρωτῶμεν περὶ ἐκείνων, περὶ ἡμῶν αὐτῶν ἐρωτῶμεν. πάντα ὅσα λέγομεν ἢ σιγῶμεν, ἐρωτῶμεν ἢ ἀποκρινόμεθα, πάντα ταῦτα πάντοτε πρὸς ἡμᾶς ἀνακλᾷ.

λάβετε ὡς παράδειγμα τοῦτο τὸ πρᾶγμα περὶ τοῦ φαρμακοῦ ἢ φαρμάκου, ἐὰν ἥδιον ἡμῖν.

φαρμακὸς λέγεται, ἐν ταῖς ἡμετέραις γλώσσαις, ἄνθρωπός τις οὗτινος κατεψηφίσαντο αὐτοῦ ἄλλοι τινές, καίπερ ἀναιτίου καὶ οὐδὲν κακὸν ποιήσαντος. τοῦτο δὲ σημαίνει ὅτι πᾶς ἄνθρωπος ὅστις ἄλλου τινός, ἀναιτίου ὄντος, ὡς αἰτίου καταψηφιζεται λανθάνει ἑαυτὸν ταῦτα ποιῶν. φαρμακὸν οὖν λαβεῖν ἐστιν αὐτόν ὡς κατὰ αὐτὸ τοῦτο, τοῦτ’ἔστιν ὡς φαρμακὸν, ἀγνοεῖν. φαρμακὸς οὐκ ἂν ὑπάρχοι εἰ μὴ λανθάνοι φαρμακὸς ὤν. ὅταν ἐρωτῶμεν τίνες οἱ φαρμακοὶ τῶν παλαιῶν Ἀθηναίων, τάδε ἀληθῶς ἐρωτῶμεν· τίνες οἱ ἡμέτεροι; ἡ δὲ ἀπόκρισις ἀρτᾶται ἐκ ἄλλου ἐρωτήματος· τίνες ἡμεῖς ;

ἡμεῖς οἱ ζῶντες τοὺς πάλαι πλεονάκις ἀξιοῦμεν κατὰ ὃ ἡμῖν αὐτοῖς ὁμοιοῦσιν. τοῦτο δὲ ποιοῦμεν δοκοῦντες ἐν τῷ ἄκρῳ τῶν αἰώνων εἶναι. Ταῦτα μέντοι ποιοῦντες τὰ ἁμαρτήματα τὰ ἡμετέρα ἐπὶ τοῖς πάλαι ἐπιτίθεμεν αὐτους ὡς φαρμακοὺς ἀναιροῦντες. τίνες οἱ φαρμακοὶ ἡμῶν τῶν ζώντων; Πλεονάκις οἱ τεθνηκότες, λέγοιμι ἄν. Πάνυ ἄφωνοι γὰρ εἰσιν καὶ εἰ ἡμῖν δοκεῖ ἔτι πλέον αὐτοὺς φιμῶσαι, οὐδὲ ἡμῖν ἔσται πρᾶγμα οὔτε δίκην δώσομεν.

ὅ ποιοῦμεν ὧδε ἐν ταύτῃ συνουσίᾳ οὐκ ἐστιν μόνον τοῖς πάλαι τιμωρῆσαι ἢ τοὺς πάλαι ἐκδικῆσαι, ἀλλὰ μέγιστον παράδειγμα ἀνθρωπίνου καὶ ἀληθινοῦ διαλόγου. τῷ δὲ ἐρωτήματι τίνες ἐσμεν ἢ τίνες ἡμεῖς ἀπόκρισις παλαιὰ ὑπάρχει· ἄνθρωποί ἐσμεν. καὶ ἀνθρώπινος διάλογος ἀπελασίαν οὐδενὸς ἐγχωρεῖ οὔτε τῶν ζώντων οὔτε τῶν τεθνηκότων.

Fernando Barreto De Morais is a Ph.D. student in the Department of Classics at the Washington University in St. Louis. He received his Master’s Degree in Ancient Philology from the Polis Institute of Languages and Humanities, after completing an M.A. in Literary Studies and a B.A. in Ancient Greek at the Universidade Federal do Paraná, Brazil. Fernando has been teaching Greek since 2008 and his research interests are focused on history of education, Platonism, ancient music and language acquisition.


Η ΦΙΜΩΣΙΣ ΤΩΝ ΤΕΘΝΗΚΟΤΩΝ was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Η ΦΙΜΩΣΙΣ ΤΩΝ ΤΕΘΝΗΚΟΤΩΝ