Ἐν θεάτρῳ θεωρεῖν

λόγος τῆς Ἄννης Κόνσερ περὶ τοῦ Ἡρακλέους καὶ τοῦ Ἁμιλτόνος

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ἐνάτῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης τε καὶ Ἑλληνικῆς γλὠσσης ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2021.]
[This lecture was given at Living Latin and Greek Online in February 2021.]

Συγγραφή/Abstract: Καίπερ ἄφωνοι δύνανται μὲν οἱ παλαιοὶ τραγῳδοὶ μύθους λέγειν, ἔμελλον δ’ οὐ οὕτως σιγᾶν. Οὕτοι γὰρ τὰ δράματα ἐποίησαν ἵνα θεωροὶ οἱ ἐν θεάτρῳ ὁρῶντες τε καὶ ἀκούοντες κρίνειαν τὰ εἰς μέσον προφερόμενα, ἃ ἐν κοινῷ πραττόμενα ἄλλως ἑρμηνευθείεν ἢ ἐκ βίβλου ἰδίᾳ ἀναγιγνωσκόμενα. Νῦν δὲ, τῆς νόσου ἡμῖν ἐπιπιπτούσας, οὐ μόνον τὰ ἀρχαῖα θέατρα σιγᾷ ἀλλὰ καὶ τὰ νεώτερα. Καιριώτατον δ’ οὖν ἐστὶ τὴν θεωρίαν θεωρεῖν, ὅπως τὸ ἐν θεάτρῳ εἶναι τό τε κάλλος καὶ τὴν διάνοιαν αὐξάνει τῶν τραγῳδίων — καὶ παλαιῶν (οἷον Ἡρακλῆς) καὶ νεῶν (οἷον Ἁμιλτών).

χαίρετε πάντες. τὸ ὄνομα μοι Ἄννα Κώνσηρ ἐστὶ, μαθητρὶς δέ εἰμὶ τῶν ἀρχαίων λόγων, καὶ μάλιστα τῶν τραγῳδιῶν. τοῦτο δὲ προλεγόμενον ἀρκεῖ . νῦν γὰρ ἀρξώμεθα.

πάλαι μὲν σιγᾷ τὸ θέατρον τοῦ Διονύσου, τὸ θέατρον τὸ ἐν Ἀθήναις μέγιστον, ὅπου οἱ ἀρχαῖοι θεαταὶ (οἱ ἐν θεάτρῳ καθιζόμενοι) τὰ δράματα πρῶτον ἐθεωροῦν, ἴδοντες τοῖς ὀφθαλμοῖς καὶ ἀκούοντες τοῖς ὠσίν. νῦν δὲ ἡμεῖς, ἢ μαθηταὶ ἢ σοφισταὶ ὄντες τυγχάνομεν τῶν δραμάτων τῶν ἀρχαῖων οὐκ ἐν τοῖς θεάτροις ἀλλ’ ἐν τοῖς βιβλίοις, οὔθ᾽ ὁρῶντες οὔτ᾽ ἀκούοντες, ἀλλ᾽ ἀναγιγνώσκοντες ἄψοφοι τε καὶ ἐρῆμοι τὸ πολύ. διὰ δὲ τοῦτο ταῦτα τὰ δράματα οὐκέτι δυνάμεθα πρεποντῶς θεωρεῖν. τὸ γὰρ ἐν θεάτρῳ εἶναι μέρος μέγιστόν ἐστι τῶν δραμάτων. οὐ μόνον γὰρ τοὺς λόγους ἔχει, ἀλλὰ καὶ ὑποκριτὰς τε καὶ τὸν χόρον, τὸ τε μέλος καὶ τὸν ῥύθμον.

νῦν δὲ τῆς νόσου ἡμῖν ἐπιπιπτούσας οὐ μόνον τὰ ἀρχαῖα θέατρα ἀλλὰ καὶ τὰ νεώτερα σιγᾷ. οἱ οὖν ὑποκριταὶ καὶ ἐν τῇ πόλει μεγάλῃ ἡμῖν (ὀνόματι New York) οὐκέτι ἀγωνίζεσθαι δύνανται οὔτε ἄδειν οὔτε χορεύειν. τῶν θεάτρων ἐρήμων ὄντων, καιριώτατον ἐστὶ τὴν θεωρίαν θεωρεῖν, σκοποῦντες τὸ ἐν θεάτρῳ εἶναι, ὅπως αὐξάνει καὶ μεταφέρει τὴν διάνοιαν (τὴν ἑρμηνείαν) τῶν δραμάτων, καὶ τῶν ἀρχαίων καὶ τῶν νεωτέρων. τοῦτο δὲ σκοποῦσα δώσω παραδείγματα δύω, τὸ μὲν ἀρχαῖον, τὸ δὲ νέον. τὸ γὰρ νέον δρᾶμα ἀκούοντες τῷ ὄντι, δυνώμεθα καὶ τὸ ἀρχαῖον ἔν γε φαντασίᾳ ἀκούειν.

ἀρξόμεθα οὖν ἐκ τοῦ νέου.

ἐπὶ ἡμῶν μὲν ἡ τραγῳδία ἡ μεγίστη καὶ λαμπροτάτη φαίνεται δήλως ὁ Ἁμιλτὼν ὃν ἐποίησεν ὁ Λὶν Μανυὲλ Μιράνδα. αὕτη ἡ τραγῳδία μῦθον ἀληθῆ διέρχεται περὶ τὴν ἀρχὴν τῆς ἡμετέρας πολιτείας καὶ μάλιστα περὶ τὸν βίον ἄνδρος ἕνος, ᾧ τὸ ὄνομά ἐστιν Ἀλέξανδρος Ἁμιλτὼν. οὖτος γὰρ ὁ Ἀλέξανδρος νεανίας ἀχρήματος ὢν ἀφικνεῖται ἐκ νήσου τινὸς εἰς τὴν πόλιν τὴν μεγάλην, New York. τοὺς δὲ νόμους μαθὼν, γυναῖκα τε πλουσίαν γαμήσας, ἐν πολέμῳ μάχεται σὺν ἑταίροις. οὕτοι δὲ νικήσαντες κτίζουσιν τὴν νέαν πολιτείαν, ὥστε ὁ Ἀλέξανδρος ἐν τέλει πάτηρ τῆς πολιτείας γίγνεται καίπερ ἀρχόμενος πένης τε καὶ μέτοικος. θαυμαστὴ δὴ αὕτη ἡ τύχη, θαυμάζοι δ’ ἄν τις ὅπως τόσα ἐδύνατο. ἁπλῶς δ’ ἀποκρινοίμην ἄν: διὰ τοὺς λόγους. δεινὸς γὰρ λέγειν ἐστὶν ὁ Ἀλέξανδρος. καὶ δὴ καὶ ὅμοιος ἐστιν διὰ τοῦτο τῷ ποιητῇ αὐτῷ. καὶ γὰρ ὁ Λὶν Μανυὲλ Μιράνδα δεινὸς ἐστὶν λέγειν. ἐν θεάτρῳ δὲ τούτω τὼ δύω ἀνθρώπω ἄνθρωπος εἷς ἐγένετο. ὑπεκρίνατο γὰρ τὸν Ἀλέξανδρον πρῶτος ὁ ποιητὴς αὐτὀς. οἱ θεαταὶ οὖν οὐ μόνον τὸν Ἀλέξανδρον ἐπὶ τῆς σκήνης ἐθεωροῦν ἄν, ἀλλὰ καὶ τὸν ποιητὴν αὐτὸν, τοὺς λόγους τοὺς ἑαυτοῦ λέγοντα. τί δὲ λέγει; ὅτι βούλεται ἄφθιτον κλέος λαβεῖν. τίς δὲ λέγει τούτους τοὺς λόγους; ἀμφίβολός δὴτ’ ἐστὶν.

ἄκουετε παράδειγμα ἕν.

ὁ μὲν Ἀλέξανδρος ἐν τῇ τραγῳδίᾳ διὰ τοὺς λόγους κλέος διώκει, ὁ δὲ ποιητὴς πρὸ τῶν θεατῶν ὑποκρινοῦμενος ὁμοίως διὰ τοὺς λόγους κλέος διώκει. οἱ δὲ θεαταὶ ἐν θεάτρῳ ἀμφότερους ἅμα ὁρῶσιν, καὶ ὡς ἔμοι γε δοκεῖ, θαυμάζουσιν.

ἀλλ’ οὐ μόνον ὁ ἄνθρωπος ἐστιν ὀ αὐτός, ἀλλὰ καὶ ὁ τόπος. κεῖται γὰρ ἡ τραγῳδία ἐν τῇ μεγάλῃ πόλει, New York, ὅπου κεῖται καὶ τὸ θέατρον τὸ πρῶτον ἐν ᾧ ἡ τραγῳδία ἐπεδείξατο. διὰ δὲ τοῦτο δύνανται οἱ ὐποκριταὶ ἐν τῷ δράματι τὴν πόλιν ἑαυτῶν ἐπαινεῖν. παράδειγμα δὲ τούτου ἐστιν τὸ μέλος τῶν ἀδελφῶν Schuyler. αὑταὶ γὰρ γυναῖκες εἰς ἀγορὰν ἐρχόμεναι θεωροῦσιν τοὺς ἄνδρας ἐργαζομένους. ἀκούετε.

τούτων δὲ ἐπὶ τῆς σκηνῆς λελεγμένων, τοὺς θεατὰς δεῖ γελᾷν. οἱ γὰρ ὑποκριταὶ λέγουσιν ὁτι οἱ θεαταὶ καθίζονται ἐν τῇ μεγίστῃ πόλει πανταχοῦ. ὁ δὲ ποιητὴς παρακελεύει τοὺς θεατὰς ἑαυτοὺς θεωρεῖν. ὥσπερ γὰρ αἱ γυναῖκες αἱ ἐπὶ τῇ σκηνῇ εὐδαίμονές εἰσιν διότι δύνανται πρᾶγμα μέγα θεωρεῖν, οὕτως καὶ οἱ θεαταὶ οἱ ἐν θεάτρῳ εὐδαίμονες εἰσι, τὸ δρᾶμα μέγιστον θεωροῦντες. ὁ ποιητὴς ἑαυτὸν ἐπαινεῖ. εἰ δὲ οὗτοι οἱ λόγοι ἐν Chicago ἐλέγοντο ἄν, οὐκ ἄν ἐσήμαινε τὸ αὐτὸ ὡς ἐν New York. τὸ γὰρ ἐν θεάτρῳ εἰναι μεταφέρει τὴν διάνοιαν τῶν λόγων.

τρεπώμεθα δὲ νῦν πρὸς τὴν ἀρχαίαν τραγῳδίαν. καὶ γὰρ ἐν τῷ Ἡρακλεῖ τοῦ Εὐριπίδου ὁ τόπος μεταφέρει τὴν διάνοιαν. ἡ τράγῳδία μῦθον διέρχεται περὶ τῆς μανίας τοῦ Ἡρακλέους. ἐν δὲ ἀρχῇ τῆς τραγῳδίας, ὁ μὲν Ἡρακλὴς ἄπεστιν, ἡ δὲ γυνὴ καὶ οἱ παῖδες αὐτοῦ μένουσιν ἐν Θήβαις. τούτους δὲ ἐρήμους μένοντας τύραννός τις κακὸς μηχάνεται φονεύειν. ἔπειτα δὲ ὁ Ἡρακλὴς ἐπερχόμενος ἀποκτείνει τὸν κακὸν τύραννον. εἰ δὲ ἐνθάδε ἡ τραγῳδία ἐτελεύτα ἄν, τέλος εὐτυχὲς ἔχει ἄν. ἀλλὰ τοῦτο οὔκ ἐστι τὸ τέλος. ἡ γὰρ Δίος γυνὴ, ἡ Ἥρα τὸν Ἡρακλῆ στυγοῦσα πέμπει τὴν θεὰν τῆς μανίας ἐπὶ αὐτὸν. ὁ δὲ Ἡρακλῆς μαινόμενος τοὺς φίλους φονεύει, καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας. μέλλει δὲ καὶ τὸν πατέρα ἀποκτεῖναι, ἀλλ᾽ ἡ Ἀθῆνα, θεὸς τῶν Ἀθήνων, ἐπέρχεται εἰς Θῆβας καὶ αὐτὸν κωλύει. ἐν δὲ τέλει, ὁ Ἡρακλῆς, οὐκέτι μαινόμενος, τὸ ἔργον ἑαυτοῦ μανθάνει τε καὶ στενάζει σφόδρα, βούλεται δὲ θανεῖν. συμφόρως δὲ ἀφικνεῖται νῦν ὁ Θησεὺς, ὁ ἥρως τῶν Ἀθήνων. οὗτος δὲ (ὥσπερ θεός ἀπὸ μηχανῆς), σώζει τὸν Ἡρακλῆ, πείθων μὲν αὐτὸν μὴ θανεῖν, τάδε δὲ λέγων.

Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δ’ ἅμ’ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος
δόμους τε δώσω χρημάτων τ’ ἐμῶν μέρος. (1325)

ὁ δὲ Ἡρακλῆς τῷ Θησεῖ πειθόμενος ἀπέρχεται Ἀθήναζε. τοῦτο δὲ τὸ τέλος τῆς τραγῳδίας.

οἱ δὲ σοφισταί λέγουσιν ὁτὶ ὁ Εὐριπίδὴς διὰ τόνδε τὸν μῦθον λέγει οὐ μόνον περὶ τὰ ἀρχαῖα πράγματα ἀλλὰ καὶ περὶ τὰ πράγματα τὰ ἐπὶ ἑαυτοῦ, καὶ μάλιστα περὶ τὸν πόλεμον. ὁ γὰρ Ἡρακλῆς ἥρως πάντων τῶν Ἑλλήνων ἐστὶν, καὶ διὰ τοῦτο σύμβολον τῆς Ἑλλάδοςπεποίηται. τὶ οὖν σημαίνει, ὅτι ἡ Ἑλλὰς τοὺς παῖδας ἑαυτῆς ἀποκτείνει; σύμβολον ἄρ’ ἐστιν τοῦ πολέμου ἐν ᾧ οἱ Ἑλλῆνες ἐπὶ ἀλλήλους μάχονται. ἔπειτα δὲ τὶ σημαίνει ἡ Παλλὰς Ἀθήνη καὶ ὁ Θησεύς; δῆλον δὴ ὅτι οὖτοι σημαίνουσι τὴν πόλιν ἑαυτῶν, τὰς Ἀθῆνας. καὶ νῦν αἰσθοίμεθα ἂν τὴν διάνοια. ὁ γὰρ Εὐριπίδης λέγων ὅτι οἱ Ἀθηναῖοι σωτῆρές τῆς Ἑλλάδος εἰσὶν, ἐπαινεῖ τὴν πόλιν ἑαυτοῦ. οἱ δὲ θεαταὶ οἱ πρῶτοι, ἐγνώσαν ἄν τοῦτο εὐθὺς, ὡς τὴν τραγῳδίαν ἐθεώρουν ἐν τῷ θεάτρῳ τοῦ Διονύσου, ἐν Ἀθήναις.

τοῦτο τοίνυν ἐκεῖνο ὃ ἐν τῇ νέᾳ τραγῳδίᾳ ἠκούσαμεν. ὁ γὰρ ποιητὴς ἐπαινεῖ τὸν τόπον ὅπου καθίζονται οἱ θεαταί.

νῦν δὲ τὸν τόπον εἰρηκυῖα, βούλομαι τι λέγειν περὶ τὴν μουσικὴν τῶν τραγῳδιῶν, τῆς τε ἀρχαίας καὶ τῆς νέας. ἀμφότεραι γὰρ μουσικὴν ἐν δύοις τρόποις ἔχουσιν. τότε μὲν τῇ νέᾳ μουσικῇ χρῶνται τότε δὲ τῇ ἀρχαίᾷ. αὑτὴ δὲ ἡ μουσικὴ αὐξάνειτὴν διάνοιαν τῶν λόγων.

ἀρξώμεθα δ’ αὖθις ἐκ τῆς νέας τραγῳδίας. εἰκὼς μὲν ἄν φαίνοιτο ὅτι ὁ Ἁμιλτὼν ὡς δρᾶμα περὶ τῶν ἀρχαίων πραγμάτων, ἐχρῆτο ἄν ἀρχαίᾳ μουσικῇ. ἀληθῶς δὲ οὐ. οἱ γὰρ πατέρες τῆς πολιτείας παρὰ τὴν δόξαν ἄδουσιν τῃ νέᾳ μουσικῇ, τῷ καλουμένῳ hip hop. ἡ δὲ νέα μουσικὴ δείκνυται τοῖς θεαταῖς ὅτι τὰ πράγματα ἐν τούτῷ τῷ δράματι καίπερ νῦν ἀρχαῖα τε καὶ σέμνα ὄντα, ἦν ἐν ἀρχῇ νέα τε καὶ καινὰ. ὁ γὰρ Ἀμιλτὼν οὔπω πατὴρ τῆς πολιτείας ἦν, ἀλλὰ νεανίας τολμηρὸς, μαχούμενος ἐπὶ τὰ ἀρχαῖα. ὁ δὲ ποιητὴς τῇ μουσικῇ νέᾳ χρώμενος ἐπιδείκνυται τὰ πράγματα ὡς πάλιν τολμηρά.

παραδείγμα δὲ ἀκουσῶμεν. πρὸ τοῦ πολέμου, ὁ Ἁμιλτὼν τυγχάνει γεωγοῦ τινος, ὃς τὴν βασιλείαν φιλῶν, τάδε λέγει.

τήνδε τὴν μουσικὴν ἀκούοντες, οἱ θεαταὶ εὐθὺς ἐμαθον ἄν ὅτι ὁ μὲν γεωρὸς ὁμοῖος ἐστίν τοῖς νῦν πρεσβυτέροις, ὁ δὲ Ἀλέξανδρος τοῖς νῦν νεανίαις. // οἱ μέντοι λόγοι μόνοι ἄνευ τῆς μουσικῆς οὐκ ἄν ἐσήμαινον τὸ πᾶν. ἡ γὰρ μουσικὴ αὐξάνει τὴν διάνοιαν.

καὶ δὴ καὶ ἐν τῷ Ἡρακλεῖ τοῦ Εὐριπίδου εὑρησόμεθα τὸ αὐτὸ. ἐκεῖ γὰρ ἡ μουσικὴ δύω τρόπους ἔχει, τὸν μὲν ἀρχαῖον τὸν δὲ νέα. ἐν μἐν ἀρχῇ τοῦ δραμάτου ἀρχαία ἐστιν ἡ μουσικὴ, ὁμοία τοῖς μέλοις τοῦ Πινδάρου ἤ τοῦ Αἰσχύλου. στρόφαι γὰρ εἰσιν καὶ ἀντιστροφαὶ, λόγοι τε ἀρχαίοι. ἐν δὲ τέλει τοῦ δραμάτου ἡ μουσικὴ ἀλλοῖά ἐστιν, ἀκόσμη τε καὶ ποικίλη. οὗτος δ’ ἐστιν ὁ νέος τρόπος, κατὰ τὸν Πλάτονα τόν τε Ἀριστοφάνη. ἀλλὰ διὰ τί ἀλλάσσεται ἡ μουσικὴ; διὰ τὴν μανίαν. ἡ γὰρ θεὰ τῆς μανίας ἐπὶ τῆς σκήνης ἐπἐρχομενος λέγει τάδε τῷ Ἡρακλεῖ.

τάχα σ᾽ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.

διὰ τὴν μουσικὴν μαίνεται ὁ Ἡρακλῆς. τούτου δὲ μαινόμενου, μαίνεται καὶ ἡ μουσικὴ. οὐκέτι γὰρ ἕπονται τὰ μέτρα ἐφεξῆς, ἀλλὰ μείγνυνται ἀλλήλοις.

ἡμεῖς δὲ σιγῇ ἀναγιγνώσκοντες οὐ δυνάμεθα τὴν διαφόρὰν ἀκούειν., ἀκούοντες δὲ οὐκ ἐδυνάμεθα ἄν τὴν διαφόραν μανθάνειν. ἀλλὰ ἐν τῇ φαντασίᾳ οὐδὲν ἀδύνατόν ἐστιν. ἐν τῇ φαντασίᾳ οὖν δυνάμεθα ἀκούειν τὴν μὲν ἀρχαίαν μουσικὴν ὡς τὴν ἀρχαίαν μουσικὴν ἐπὶ ἡμῶν, τὴν δὲ νέαν μουσικὴν ὡς τὴν ἡμετέραν νέαν μουσικὴν. ὥσπερ ἐν τῷ Ἁμιλτόνι, ἡ μουσικὴ ἀλλάσσοιτο ἄν ἐξ opera εἰς hip hop. ἡμεῖς γὰρ ᾽τὸ ἤ gospel ἤ ἄλλου τρόπου ἀρχαίου, εἰς τὸν καλούμενον λίθον, ἤ τὸν καλούμενον βαρὺν χαλκὸν ἤ ἴσως καὶ. οὔτως δὲ ἡ νέα τραγῳδία ὠφελοῖ ἄν ἡμὰς τὴν ἀρχαίαν τραγῳδίαν μαθεῖν. παραδείγμα γὰρ παραδέχεται.

νῦν δὲ ἐν χρόνῳ τῆς νόσου, ἀδύνατον μὲν τὸ ἐν θεάτρῳ θεωρεῖν, μένει δὲ ἡ φαντασία. διὰ δὲ ταύτης τῆς φαντασίας δυνάμεθα ἔτι θεαταὶ γίγνεσθαι οὐ μόνον τῶν νέων δραμάτων ἀλλὰ καὶ τῶν ἀρχαίων.

ὑμῖν δὲ χάριν μεγίστην οἶδα. χαίρετε πάντες.

τέλος.

Anna Conser is a Ph.D. candidate in Classics at Columbia University. She also serves as the Curriculum Chair for Living Greek in Greece, where she has taught since 2014. During her time in New York, Anna has worked on numerous ancient-language productions for the Ancient Drama Group, including directing ”Libation Bearers” and ”Women of Trachis” in the original Greek, and composing research-based musical settings for ”Heracles”. Building on these practical experiences, Anna’s dissertation seeks to establish a new approach to Greek lyric, by demonstrating that pitch accents can be used to partially reconstruct tragedy’s lost melodies. In addition to ancient music and performance, Anna’s research interests include ancient literary criticism, modern performance and reception, and the aesthetics of intellectual wonder in philosophical and scientific writing.


Ἐν θεάτρῳ θεωρεῖν was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Ἐν θεάτρῳ θεωρεῖν