Ὁ Ἡρακλῆς ὁ ἐρῆμος

Τῆς Ἀγάπης Κυριακιδῆς

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ἐνάτῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης τε καὶ Ἑλληνικῆς γλὠσσης ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2021.]
[This lecture was given at Living Latin and Greek Online in February 2021.]

Συγγραφή/Abstract: Τῶν μὲν οὖν πολλῶν ἡρώων τῷ Ἰάσονι ὀπαδούντων ἐν τοῖς Ἀπολλωνίου τοῦ Ῥοδίου Ἀργοναυτικοῖς μάλα διαφέρεται ὁ Ἡρακλῆς. Oὐ γὰρ δέχεται ὡς ὄρχαμον αἱρεῖσθαι τῆς ἑταιρείας καὶ πολλάκις λείπεται τοτὲ μὲν ἑκὼν τοτὲ δὲ ἄκων. Διὰ τί ἐκ τῶν τεττάρων βιβλίων ἐξαιρούμενος καταλείπεται ὁ Ἡρακλῆς ὑπὸ τῶν ναυτῶν πρὸς τὸ τέλος τοῦ πρώτου βιβλίου; ἆρά ἐστι ἡ ἰδία αὐθάδεια τοῦ Ἡρακλέους κρείττων ἤ τινα τρόπον σοφωτέρα τῆς πεῖρας τοῦ Ἰάσονος καὶ τῶν ναυτῶν; αὕτη ἀκρόασις ἐξετάζει τὴν παρουσίαν καὶ τὴν ἀπουσίαν τοιούτου ἥρωος.

Χαίρετε πάντες! Χάριν μεγάλην οἶδα ὑμῖν ὅτι πάρεστε ἐν ταύτῃ τῇ ἀκρόασει.
Τήμερον δὲ βουλοίμην ἂν ἡμᾶς ἐξετάζειν τὴν τοῦ Ἡρακλέος ἐρημίαν (ψιττακός!)
ἐν τοῖς Ἀπολλωνίου τοῦ Ῥοδίου Ἀργοναυτικοῖς,
οὕτως ὀψόμενοι τὴν ἐρημίαν τε καὶ τὴν κοινωνίαν ἐν τοῖς Ἀργοναυτικοῖς.

Ὁ Ἀπολλώνιος ὁ Ῥόδιος εὖ ἔπραξε ἐν τῷ τρίτῳ αἰώνι πρὸ Χριστοῦ.
Γράφει δὲ μετὰ τὸν Ὅμηρον, μετὰ πεντακόσια ἔτη.
Ἀλλ’ ὅμως, ὁ μύθος περὶ τοῦ Ἰάσονος καὶ τῶν ναυτῶν γίγνεται πρὸ τοὺ Τροικοὺ πολέμου.
Οὕτως ὁ μύθος καίπερ νεώτερος ὤν διηγεῖται πρεσβύτερα πράγματα.

Ἐν Θεσσαλίᾳ, πόλις ἐστιν ὀνόματι Ἰωλκός.
Ὁ μὲν τῆς πόλεως βασιλεὺς ὀνόματι Πελίας κελεύει Ἰάσονα τὸ χρύσεον δέρμα κτᾶσθαι.
Τὸ χρύσεον δέρμα ἐστιν ἐν τῇ Κολχίδι, μακρὰν ἀπὸ τῆς Ἰωλκoῦ.
Ὁ Πελίας νομίζει ὅτι τοῦτο ἀδύνατόν ἐστιν.
Βούλεται γὰρ ἔτι εἶναι τὸν βασιλέα.
Τὸν δὲ Ἰάσονα οὐκ ἐθέλει ἐπανέρχεσθαι καὶ τὸν βασιλέα γίγνεσθαι.
Ἀλλὰ ὁ Ἰάσων ἔχει βοήθειαν.

Ἡ Ἀθήνη αὐτῷ βοηθεῖ τὴν ναῦν τὴν λαμπρὴν Ἄργω ποιεῖσθαι.
Τοῦ Ἰάσονος βοήθειαν αἰτοῦντος, πολλοὶ ἥρωες ἔρχονται αὐτῷ βοηθήσοντες.
Ὁ Ὀρφεύς, ὁ Πηλεύς ὁ πατὴρ τοῦ Ἀχιλλέως, ὁ Θησεύς, καὶ οἱ Διόσκουροι.
Ὁ μὴν κλεινότατος ἐστι βεβαίως ὁ Ἡρακλῆς!

ὁ μὲν Ἡρακλῆς εὔγνωστος ἔστιν ὅτι δώδεκα ἄθλους ἐποίησε,
οὔχ ὅτι ἦν εἶς τῶν ναυτῶν ἐν τῷ Ἀργοῖ.
Τῷ ὄντι πολλαί εἰσιν αἱ ἑρμηνείαι περὶ τῆς κοινονίας αὐτοῦ μετὰ τούτων τῶν ναυτῶν,
πότε αὐτοῖς συνέρχεται, πότερον συνέρχεται αὐτοῖς ποτέ ἤ οὐ.
Τήμερον, ἐξετάζομεν τί Ἀπολλώνιος Ῥόδιος λέγει.
Εὐθύς, δήλον ἐστιν ὅτι οὐ πρέπει τὸν Ἡρακλέα μένειν συν τοῖς ναύταις.
Τὰ Ἀργοναύτικά ἐστιν ὁ μύθος περὶ τῆς ἑταιρείας,
ἀλλὰ ὁ Ἡρακλῆς ἐργάζεται καὶ πλανᾶται ἀεὶ μόνος ὤν.
Τί οὖν συνέρχεται αὐτοῖς; ὁ Ἀπολλώνιος γράφει τοῦτο.

ὁ Ἡρακλῆς ἤδη ἐτελεύτησε τὸν τέταρτον ἆθλον,
ἤνεγκε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔτι ζωὸν εἰς ταῖς Μυκήναις.
Συνέρχεται δὲ σὺν τοῖς ἥρωσιν οὐ ὡς τἠν ἑταιρείαν ποιησόμενος
ἀλλὰ ὡς τὴν αὐτονομίαν κτησόμενος.
Αὐτός οὖν ἀποκρίνεται ἀπειθεῖν τῷ Εὐρυσθεῖ.
Προσέχετε τὸν νοῦν τῷ Ὕλᾳ τῷ συνελθόντι αὐτῷ.
Ὡς ἴσως ἴστε, ὕστερον γίγνεται ἀξιόλογος.

Τῶν μὲν οὖν πάντων ἡρώων συνελθόντων, ὁ Ἰάσων κελεύει τοὺς ναύτας αἱρεῖσθαι τὸν ὄρχαμον, τοῦτ’ ἐστι τὸν ἄρχοντα, ὅστις ἄν ᾖ ὁ ἄριστος.
Πάντες νέοι ἥρωες ζητοῦσι καὶ ἅμα τὸν Ἡρακλέα αἱροῦνται.
Ἀλλὰ ὁ Ἡρακλῆς οὐ δέχεται τοῦτο! Λέγει γὰρ τοῦτο.
“μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε
πείσομαι: ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.
αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.”

Πάντες μὲν νέοι ἥρωες ἐθέλουσι τὸν θρασὺν, τὸν ἀνδρεῖον Ἡρακλέα ὡς ἄρχοντα,
ὁ δὲ οὐ δέχεται.
Ἀλλ’ ὅμως, ὁ Ἡρακλῆς οὐ δέχεται ἄλλον γίγνεσθαι ἄρχοντα πλὴν τὸν Ἰάσωνα.
Ὁ οὖν Ἡρακλῆς κελεύει τοὺς ναύτας αἱρεῖσθαι τὸν Ἰάσωνα.
Τὸν μὲν ἄρχοντα αἱρείται ὁ Ἡρακλῆς μόνος, οὕτως δὲ ἔχει τὴν αὐτονομίαν.
Βούλεται γὰρ μένειν ἐν τῷ μέσῳ ἔτι ἔχων κράτος.

Ὕστερον, ἐρχόμεθα εἰς τὸ Ἄργω, τὴν ναῦν.
Ἐπεὶ νέμουσι τὰ βαθρὰ, ποῦ καθίζονται καὶ ἐρέσσουσιν, τὰ βαθρὰ δίδονται πάλῳ, κλήρῳ. Ἀλλὰ ἐν μέσῳ τὰ βαθρὰ δίδοται τῷ Ἡρακλεῖ καὶ ἄλλῷ ἥρῳ ὀνόματι Ἀγκαίῳ
ἡρώων ἄτερ ἄλλων, ἄνευ ἄλλων ἡρώων. Ὁ Ἀπολλώνιος γράφει:
τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο
αὔτως, οὔτι πάλῳ:

Ὡς ὁ Ἡρακλῆς ἐκαθίζετο ἐν μέσῳ ἐνταῦθα, ἐν μέσσοισι,
καὶ ἐνθάδε ἐν τῇ νηὶ καθίζεται ἐν μέσῷ, ἔχει μέσσην κληῖδα. Σὺν μὲν Ἀγκαίῳ,
ὁ Ἡρακλῆς ἔχει τὴν τιμὴν ἐν μέσῷ τῶν ναυτῶν εἶναι, οἱ δὲ δύο ἥρωες μόνοι ἐν ταύτῃ τῇ τιμῇ. τοῖς οἴοισιν, τοῦτ’ ἐστι, τοῖς μόνοις.
Τὸ ῥῆμα “λίποντο” δηλοῖ τὴν ἐρημίαν ἣν ὁ Ἡρακλῆς ἔχει καὶ δὴ καὶ ἐν μέσσῳ τῆς νεώς βαθρῷ.

Εἰ ὁ Ἡρακλῆς μὴ ἐκαθίσατο ἐν μέσῳ, ἴσως ἄν ἡ ναύς κατεδύετο!
Ὁ γὰρ Ἀπολλώνιος γράφει τοῦτο.
Ἐνθάδε, ὡς οἱ ναύται ἐπανέρχονται εἰς τὴν ναῦν, ἡ Ἀργὼ βαρύνεται διὰ τὸν Ἡρακλέα. Βαρὺς γάρ ἐστιν. Βλέπετε νῦν εἰς τὴν εἰκόνα!
Ἄγαν βαρύς ἐστι τῇ Ἄργοι, καὶ ἴσως ἄγαν βαρὺς τοῖς Ἀπολλωνίου Ἀργοναυτικοῖς!
Ὡς οἱ ναῦται λίποντο τῷ Ἡρακλῆι τὸ μέσον βαθρὸν ἐν τῇ νηί, δεῖ αὐτοὺς λείπειν
τὸν Ἡρακλέα πρὸς τὸ τέλος τοῦ πρώτου βιβλίου. Ἔστι μὴν τέτταρα βιβλία.
Ἀλλὰ ἐγὼ ὑμῖν δηλώσω ὅτι πρὶν τῷ ὄντι λειφθῆναι, δίς λείπεται, ὡς ἔπος εἰπεῖν.
Μετὰ δὲ ταῦτα, ὁ Ἡρακλῆς γίγνεται τρόπον τινὰ ἠχώ ἐν ἄλλοις βιβλίοις.
Ἠχὼ γάρ ἐστιν ἥν οἱ ναῦται μιμοῦνται, ἠχώ τις ἠχοῦς τινός. ὦ πόποι!

Ἀρξόμεθα διαλεγόμενοι περὶ τῆς πρώτης ἀπολείψεως.
Οἱ ναῦται ἀφικνοῦνται εἰς τὴν Λῆμνον, ἐν ῇ οἰκοῦσιν ἡὙψιπύλη ἡ βασίλεια
(ἐν ταυτῇ τῇ εἰκόνι ἐστιν) καὶ ἄλλαι γυναῖκες.
Οὐ μὴν οἰκοῦσιν ἄνδρες ἐκεῖ διοτὶ αἱ γυναῖκες ἀπέκτειναν αὐτοὺς.
(ἡὙψιπύλη δὴ ἄλλον μύθον λέγει τῷ Ἰασόνι.)
Νῦν δὲ, ἡὙψιπύλη ἐπιγιγνώσκει δέχεσθαι τοὺς ἄνδρας
ἵνα αὐξάνωνται τοὺς παῖδας ἐν τῇ νήσῳ.
Οἱ γὰρ ἄνδρες χρήσιμοί ἐστιν οὕτως, ὡς δοκεῖ.
Δέχεται οὖν τοὺς ἄνδρας καὶ πάντες ἔρχονται,
ἀλλὰ ὁ Ἡρακλῆς κρίνει ὅτι ἄριστον ἐν τῇ νηὶ μένειν.

Πάλιν γὲ λείπεται, ἑκὼν δὲ ὤν.
Ὀλίγοι ἑταίροι κρίνουσι μένειν σὺν αὐτῷ καὶ οὕτως ὁ Ἡρακλῆς τοὺς ἄνδρας διακρίνει.
Ὁ μὲν Ἰάσων αὐτοὺς ξυναγείρει, ὁ δὲ Ἡρακλῆς διακρίνει.
Ὅτε βραδύνουσιν, τοῦτ’ ἐστιν, πολλὰς ἡμέρας οὐκ πάλιν πλέουσιν,
ὁ δὲ Ἡρακλῆς διακρίνει τοὺς ἄνδρας ἐν τῇ νήσῳ ἀπὸ τῶν γυναικῶν.

ὁ οὖν Ἡρακλῆς μέμφεται τοὺς ναύτας ἀμνήμονας τοῦ σκόπου,
τοῦτ’ ἐστιν εὑρίσκειν τὸ χρύσεον δέρμα.
Οὕτως ἀποκρίνεται τοὺς ἄνδρας ἀπὸ τὰς γυναίκας καὶ πείθει αὐτοὺς ἀποπλέειν.
Ἐν τούτοις τοῖς ἔπεσιν,
ἡ ἐρημία τε καὶ ἡ ἀπόκρισις πολλοῦ ἄξιαι εἶσι τῷ τοῦ Ἡρακλέος προσώπῳ.
Ἡ γὰρ ἐρημία αὐτοῦ πάλιν ξυναγείρει τοὺς ναύτας καὶ ἔπειτα ἀναλαμβάνουσι τὴν πορείαν.

Ἡ δεύτερα ἀπόλειψις γίγνεται ὅτε ὁ Ἰάσων συντυγχάνει τῷ βασιλεῖ ὀνόματι Kυζίκῳ
ὃς βασιλεύει τῶν Δολιόνων.
ἐγγὺς δὲ αὐτοῖς οἱ Γηγενέες οἰκοῦσιν.
ἴδεσθε, Γηγενής τις ἐν εἰκόνι ἐνθάδε ἵσταται ἕξ βραχίονας ἔχων.
Τοῦ οὖν Ἰάσονος τῷ Κυζίκῳ συντυγχάνοντος, δεῖ τὸν Ἡρακλέα μάχεσθαι τοῖς θηρσίν.

Ἐξαῦτίς δὲ ὁ Ἀπολλώνιος γράφει τὸ ῥήμα “λείπεσθαι.” Ὁ Ἡρακλῆς γὰρ λείπεται.
Οἱ μὲν νεώτεροι ἑταῖροι πάρεισιν, ὁ δὲ μόνος ἀποκτείνει θήρας πελωρίους “ἐπασσυτέρους,” τοῦτ’ ἐστιν ἕνα καὶ ἄλλον καὶ ἄλλον καὶ τὰ λοιπά.
οἱ δὲ Γηγενέες τοὺς λίθους αἴρουσι καὶ βάλλουσιν εἰς τὸν Ἡρακλέα.
Ἡ γὰρ Ἥρα αὐτοὺς ἔτρεψε ὡς ἄλλον ἆθλον τῷ Ἡρακλεῖ.
Οὕτως ὁ Ἀπολλώνιος ποιεῖ ἄλλον ἆθλον τῷ Ἡρακλεῖ. Δία τί;
πρῶτον μὲν μάχεται, ἔπειτα δὲ πάντες ναῦται ἀφικνοῦνται καὶ μάχονται
καὶ τέλος νικῶσι τοὺς θήρας ἅμα.
Προσέχετε τὸν νοῦν εἰς τοῦτο. Τὸ γὰρ παράδεγμα κοσμεῖται:
ὁ μὲν Ἡρακλῆς ποιεῖ τὸν ἆθλον, ἔπειτα δὲ οἱ ναῦται πειρῶνται ὁμοῖον ποιεῖσθαι ἅμα.

Βεβαίως δὴ ἡ τρίτη ἀπόλειψις ἐστι τῷ ὄντι ἡ ἀληθινὴ ἀπόλειψις.
Ἄρχεται δὲ οὕτως: ἐν τῇ Ἄργοι πάντες ἐρέσσουσιν,
ἀλλ’ ὅτε ὁ ἄνεμος μέγας φαίνεται, πάντες παύονται κεκμηκότες.
Πάντες δὴ πλὴν τὸν Ἡρακλέα. Ἔτι γὰρ ἐρέσσει μέχρι ἄγνυσι τὸ ἐρετμὸν ἐν μέσσῷ,
ὁ Ἀπολλώνιος γὰρ γράφει “μεσσόθεν” (1168).
ὡς ἐμοί γε δοκεῖ, δεῖ τοὺς ναύτας οὐ πείθεσθαι τῷ Ἡρακλεῖ,
ἱσχυρότερός ἐστιν ἢ ὥστε μετέχειν! Ἀλλ’ οὖν τί γίγνεται ὕστερον; (ψιττακός!)
ὅτε δὲ ἀφικνοῦνται εἰς τὴν τῶν Μυσίων γὴν ὀνόματι Κῖον,
ὁ Ἡρακλῆς ἔρχεται εἰς τὴν ὕλην ἵνα ποιῇ νέον ἔρετμον.

Ὁ ἑταίρος αὐτοῦ ὁ Ὕλας, ἴδεσθε, ἐν ταύτῇ τῇ εἰκόνι φαίνεται, καὶ ἔρχεται “νόσφιν ὁμίλου,” τοῦτ’ ἐστι μόνος, εἰς τὴν κρήνην σὺν χαλκέᾳ ὑδρίᾳ ἵνα ἀφύσσῃ τὸ ὕδωρ.
Ἐν τῇ εἰκόνι, πολλαὶ νύμφαι αὐτὸν λαμβάνουσιν, ἀλλὰ ὁ Ἀπολλώνιος γράφει
ὅτι μία νύμφη ἔσπασε τὸν Ὕλαν καὶ κατέβαλε αὐτὸν εἰς τὴν δίνην.
Ὅτε ὁ Ἡρακλῆς εὑρίσκει τί ἐγένετο, ὁρμάται ὡς ὁ ταῦρος μύωπι τετυμμένος,
ὁ ταῦρος ὃν τύπτει ἡ μύωψ.
ὁ οὖν Ἡρακλῆς ὀλίγου μαίνεται, μάλα βούλεται εὑρίσκειν τὸν Ὕλαν.
Ἐνθάδε μὴν ἐστιν ὡς ἡ Ἰω, ἡ γὰρ Ἥρα ἔπεμπψε τὴν μύωπα τῷ Ἰῷ.
Ἴσως ἡ θεὰ ἔμηνε καὶ τὸν Ἡρακλέα ἐνταῦθα. Οὐκ οἶδα.

Ἀλλὰ ἐν ῷ ζητεῖ τὸν Ὕλαν, οἱ ναῦται ἀποπλέουσι χώρις αὐτοῦ!
Πρώτον μὲν, σκότος ἐστιν, ἡ ἕως.
Ὁ δὲ Ἥρακλης, ἢ μᾶλλον ἡ ἀπουσία αὐτοῦ, λανθάνει αὐτους. Ἔπειτα δὲ μανθάνουσιν.
Ὁ μὲν Ἰασών σιγᾷ αἰσχρῶς.
Ὁ δὲ Τελαμὼν, εἶς τῶν ναυτῶν, ὀργίζεται,
οἴεται τὸν Ἰάσονα ἑκόντα ποιήσασθαι τοῦτο
ἵνα τὸ τοῦ Ἡρακλέος κλέος μὴ καλύψῃ τὸ τοῦ Ἰάσονος κλέος.
Ὁ μὴν Τελαμὼν ἐθέλει ἀποτρέπειν, κωλύουσι δὲ αὐτὸν δύω υἶες τοῦ Βορέου.

Ἔπειτα δὲ ὁ Γλαύκος ὁ θεός καὶ ὑποφήτης ἐν τῇ θαλάττῃ ἐκφαίνεται καὶ λέγει αὐτοῖς
ὅτι ἔχει ἡ μοῖρα τὸν Ἡρακλέα τῷ ἐχθρῷ Εὐρυσθῇ τοὺς δώδεκα ἄθλους τελευτᾶν.
Εἶτα μὲν ὁ Τελαμὼν μεμφθεὶς τὸν Ἰάσονα μεταγιγνώσκει,
ὁ δὲ Ἰάσων συγγνώμην ἔχει καὶ πάλιν ἀρθμός ἐστιν, πάλιν ἡ τῶν ναυτῶν κοινονία.
Τέλος τοῦ πρώτου βιβλίου.

Ἐν τοῖς λοιποῖς βιβλίοις, ὁ μὲν Ἡρακλῆς ἄπεστιν,
ἡ δὲ ἠχὼ τῶν ἄθλων ἠχεῖ διὰ τὴν τῶν ναυτῶν πορείαν.
Παραδείγματος χάριν, συντυγχάνει ὁ Ἰάσων τῷ βασιλεῖ ὀνόματι Λύκῳ τῶν Μαριανδυνῶν.
Τοῦ Ἰάσονος τὰ γενόμενα εἰπόντος, ὁ Λυκὼν στενάζει (παράφρασίς ἐστιν),
ὦ φίλοι, ἀπὸ οἵου ἀνθρώπου ἀποπλάζετε ἐν τόσσῃ πορείᾳ.

Ὁ Λυκὼν ὁ βασιλεὺς λέγει τοῖς ναύταις
ὅτι ὁ Ἡρακλῆς ἦλθε ἐν μεγάροισι τοῦ πατρὸς αὐτοῦ φέρων τὸν τῆς Ἱππολύτης ζωστῆρα.
Ἐν δὴ ταῦτῃ τῇ εἰκόνι ὁ Ἡρακλῆς λαμβάνει τὸν ζοστῆρα τῆς Ἱππολύτης.
Ἴσμεν γὰρ ὅτι ὁ ζωστὴρ ἦν ὁ ἔνατος ἆθλος, ἀλλὰ ὡς ἐμοὶ γε δοκεῖ,
ὁ Ἀπολλώνιος οὐ γράφει περὶ τούτων ἐφεξῆς.
Ἀλλ’ ὅμως τὸ κλέος τοῦ Ἡρακλέος ἤδη ἤχει ἐν τῇ γῇ.

Ἐπεὶ οἱ ναύται ἀφικνοῦνται εἰς τὴν νῆσον τὴν Ἀρητιάδα, συντυγχάνουσι ταῖς δειναῖς ὄρνισιν, ὁρῶσι τὰς ὄρνιθας Στυμφαλίδας ἃς ὁ Ἡρακλῆς ἐμαχέσατο ἐν Ἀρκαδίᾳ.
Εἶς τῶν ναυτῶν, ὀνόματι Ἀμφιδάμας, λέγει αὐτὸς εἶδε.

Πότε; ὥς ἴσμεν, τοῦτο ἐστιν ἕκατον ἆθλον.
Εἶδε δὴ τὸ ἄθλον πρὶν τὴν πορείαν σὺν Ἰασόνι, εἰ ποτε τῷ ὄντι εἶδε.
Ἀλλὰ ἐν τῇ ἀρχῇ τοῦ πρώτου βιβλίου,
ὁ Ἡρακλῆς νεωστὶ μόνον τὸν τέταρτον ἆθλον πεποίηκε.
Πάλιν οὖν οἱ ἆθλοι οὐκ ἐστιν ἐφεξῆς ἐν τούτοις βιβλίοις.
Ὁ γὰρ Ἡρακλῆς ἄγαν ἴσχυρός ἐστιν ὑπάρχειν ἐφεξῆς.
Νικᾷ μὴν καὶ τὸν χρόνον! Παίζω, παίζω. Ἁλλ’ ὅμως.

Ὁ μὲν Ἡρακλῆς χρᾶται τῇ πλαταγῇ
καὶ τῆς μεγάλης φωνῆς ἕνεκα αἱ ὄρνιθες φοβοῦνται καὶ φεύγουσι πετόμεναι.
Ἐκφεύγουσιν ἐκ τῆς Ἀρκαδίας εἰς τὴν Ἀρητιάδα, ἐν ᾧ οἱ ναῦται νῦν πάρεισιν.

Οὕτως δὲ οἱ ναῦται μιμοῦνται τὴν τοῦ Ἡρακλέος μηχανήν.
Ἡμίσεις μὲν τῶν ἀνθρώπων ἐρέσσουσιν, ἡμίσεις δὲ ἔχουσι τὰ δόρατα καὶ τὰς ἀσπίδας, πάντες δὲ ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους κόρυθας.
Ἵνα φοβῶσι τὰς ὄρνιθας,
βοῶσι καὶ ἀφικόμενοι εἰς τὴν νῆσον ποιοῦσι μεγάλην κλαγγὴν ταῖς ἀσπίσιν.

Ὁ μὲν Ἡρακλῆς κέχρηται τῇ πλαταγῇ, οἱ δὲ ναῦται γεγόνασι τὴν πλαταγήν ἅμα.
Ὅ τι εἶς ἥρως ἐποίησε, οἱ ναῦται ἐποίησαν ὡς ἀρθμός, ὡς ἑταιρεία.

Ὕστατος δὲ ἆθλος ἐν ταύτῃ τῇ ἀκρόασει.
Ὅτε οἱ ναῦται ἀφικνοῦνται είς τὸν τῶν Ἑσπερίδων κῆπον,
λέγεται ὅτι ὁ Ἡρακλῆς ἦν ἐνθάδε χθές! Νῦν δὲ πάλιν ἄπεστιν.
Οἱ ναῦται βλέπουσι τὸν Λάδωνα, ἢ μᾶλλον τὸ σῶμα τοῦ χθονίου ὄφεως,
τὸν ὄφιν ὃν ὁ Ἡρακλῆς ἀπέκτεινε χθές. ἔτι σκαίρει ἄκρῃ οὐρῇ, ἀλλά νεκρός ἐστιν.

Νῦν δὲ οἱ ναῦται μάλα διψῶσι καὶ αἰτοῦσι τὰς Ἑσπερίδας ποῦ δύνανται εὑρίσκειν τὸ ὕδωρ.
αἱ δὲ Ἑσπερίδες λέγουσιν ὅτι καὶ ὁ Ἡρακλῆς χθὲς δίψῃ καρχαλέος, τοῦτ’ ἐστι μάλα ἐδίψησε,
καὶ λίθον τινα ποδὶ ἔτυψεν καὶ ἔπειτα ἔβλυσεν ὕδωρ. Πῶς; οὐκ οἶδα.
αἱ γε Ἑσπερίδες δεικνύασι τὴν λίμνην Τριτωνίδα που τοῦτο ἐγένετο
καὶ βεβαίως οἱ ναῦται ὁρμῶνται τὸ ὕδωρ πίειν. Τις τῶν ναυτῶν λέγει:
ὦ πόποι, ἦ καὶ νόσφιν ἐὼν ἐσάωσεν ἑταίρους
Ἡρακλέης δίψῃ κεκμηότας.

Καίπερ νόσφιν, τοῦτ’ ἐστι μακράν, καὶ ποιούμενος τοὺς ἄθλους ἑαυτῷ,
ὁ Ἡρακλῆς τοὺς ἑταίρους σώζει.
Οἱ ναῦται αὐτὸν μάλα θαυμάζουσιν,
ἀλλὰ ὁ Ἀπολλώνιος δείκνυσιν ὅτι ὁ Ἡρακλῆς οὐ συντελεῖ εἰς αὐτούς.
ἡ γὰρ μοῖρα ἐστι τὸν Ἡρακλέα λείπεσθαι πρὸς τὸ τέλος τοῦ πρώτου βιβλίου
ἵνα τὸ κλέος τῶν δώδεκα ἄθλων ἀντιφθήγγεται ἐν ἄλλοις βιβλίοις.

Εἰ ὁ Ἡρακλῆς ἐβοήθησε τοῖς ναύταις, οὐκ ἐκ προνοίας ἐποίησε.
Ἐνίοτε γὰρ εἰκῇ, ὡς γε φαίνεται,
οἱ ναῦται ἕσποντο τῇ αὐτοῦ ὁδῷ καὶ ἐπείρασαν ὁμοίους ἄθλους ἅμα.
Ἀλλὰ ὁ Εὐρυσθεύς κελεύει τὸν Ἡρακλέα τελευτᾶν τοὺς ἄθλους μόνον ὄντα, ἄνευ βοηθείας. Εἰ γὰρ βοηθεῖται, τὸν ἆθλον οὔκ ἐστιν εὔλογον!
Πρὶν μὲν ἦν δέκα ἆθλοι, ἔπειτα δὲ γίγνονται δώδεκα. Δύο γὰρ οὐκ ἦν εὔλογοι.
Ἆρα τὰ τῶν Ἑσπερίδων μῆλα, ἆρα *οὗτος ὁ ἆθλος ἐστιν εὔλογος κάτα Εὐρυσθέα;
ἴδεσθε νῦν τὴν εἰκόνα. Ἐν ταῦτῃ τῇ εἰκόνι,
ὁ Ἡρακλῆς ἀποκτείνει τὸν Λάδωνα καὶ ἔπειτα λαμβάνει τὰ μῆλα μόνος ὤν.
Εὔλογος οὖν ἐστιν.

Ἀλλὰ ἴδεσθε νῦν ταύτην τὴν εἰκόνα. ὁ αὐτὸς ἆθλος ἐστιν, ἀλλὰ ὁ μύθος διαφέρει.
Ἆρα μόνος Ἡρακλῆς ἐστιν;
οὔχι, ὁ γὰρ Ἄτλας λαμβάνει τὰ μῆλα αὐτῷ,
ἐν ᾧ ὁ Ἡρακλῆς ἔχει τὸν οὔρανον σὺν τῇ τῆς Ἀθήνης βοηθείᾳ.
Ἴδεσθε ὡς σύντονος ὁ Ἡρακλῆς ἐστιν! Ὡς κάμπτεται ἡ κεφαλή.
Καὶ ὡς ῥᾳδίως τῇ Ἀθήνη! Μιᾷ χειρί!
Ὁ μὴν Ἀπολλώνιος οὐ χρᾶται τούτῳ τῷ μύθῳ
διοτὶ κάτα αὐτὸν ὁ Ἡρακλῆς ἐργάζεται μόνος ὤν,
μόνος γὰρ ἔχει τὸ κράτος πολλῶν ἀνθρώπων.
Οὗτος μὲν ἐστιν ὁ Ἡρακλῆς τοῦ Ἀπολλωνίου. Οὗτος δὲ οὐδαμῶς.

Ἐν τοῖς Ἀπολλωνίου τοῦ Ῥοδίου Ἀργοναυτικοῖς, ὁ Ἡρακλῆς βαρύς ἐστιν,
βαρὺς κατὰ κλέος. Συνέρχεται γὰρ εἰς τοὺς ναύτας ἵνα φεύγῃ τὴν τοῦ Εὐρυσθέος χρείαν, ἀλλὰ ἡ μοίρα ἐστιν αὐτῷ τελευτᾶν τοὺς ἄθλους.
Ἐπεὶ δὲ σὺν τοῖς ναύταις ἐστιν, ἵσταται μόνος.
Ἄγαν γὰρ ἴσχυρος ἐστιν. ἡ Ἀργὼ σχεδὸν βαρύνεται Ἡρακλέος ἕνεκα.
Ἴσως ὁ Τελαμὼν ὀρθῶς ἔσχε,
καὶ οἱ ναῦται τὸν Ἡρακλέα ἔλιπον μὴ καλύψῃ τὸ τοῦ Ἰάσονος κλέος.
Ἤ ἴσως ἡ θεὰ ἡ Ἥρα ἐβοήθει τοὺς ναύτας καὶ ἤθελε αὐτοὺς κτᾶσθαι τὸ κλέος ἅμα,
ἄνευ τοῦ Ἡρακλέος.
Ὁ γὰρἩρακλῆς ὁ ἐρῆμος ἐστι βαρύς, ἀλλὰ ἀντιτάσσεται πρὸς τὸν Ἰάσονα καὶ τοὺς ναύτας. Ὅ τι ὁ Ἡρακλῆς οὐ ῥᾳδίως ἐποίησε χθές, τήμερον ποιοῦσι μάλα χαλεπῶς οἱ ναύται ἅμα.
Χάριν ὑμῖν ἔχω. *Εἴρηκα. Τέλος.

Thank you. Dixi. Fin.

Luby Kiriakidi is a 2020 Masters in Classics recipient from Durham University. She wrote on cosmic etymologies in Varro’s De Lingua Latina following her undergraduate honors thesis on Cratylan wordplay at Cornell University. She has been hooked on Paideia since the 2016 Living Latin in NYC conference, and is an alumna of Living Latin in Rome, Living Greek in Greece, Living Latin in Paris, and the Rome Fellowship. Luby likes to learn both ancient and modern languages and hopes to make a living as a teacher.


Ὁ Ἡρακλῆς ὁ ἐρῆμος was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Ὁ Ἡρακλῆς ὁ ἐρῆμος