Περὶ τῆς γλώττης τῶν τελείων ψυχῶν τοῦ σώματος ἠλευθερωμένων

Ῥογέλιος Τολήδω Μαρτὶν φιλοσοφίζει περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ τοῦ μετὰ τὸν θάνατον βίου κατὰ τὸν Πλάτωνα

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ὀγδόῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης ἐν Νέῳ Ἐβοράκῳ ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2019.][This lecture was given at Living Latin in New York City in February 2019.]

Συγγραφή/Abstract: πολλὰ μὲν χωρία ὑπάρχουσι παρὰ τῷ Πλάτωνι περὶ τοῦ μετὰ τὸν θάνατον βίου, ὁπόθεν δὴ δυνατόν ἐστι συνιέναι ὅτι αἱ ψυχαὶ τῶν ἀποθανόντων τῇ αὐτῇ γλώττῃ χρώνται καὶ ὅτε στρέψαιεν ἐπὶ τῆς γῆς ζῶσαι, ἀλλὰ αὐταὶ ἤτοι ἔτι ἀναγκάζονται δίκην δοῦναι ἢ περιμένουσι ἀναγεννᾶσθαι, δεδεμέναι οὖν ἔτι εἰσίν τινα τρόπον πρὸς τὸν βίον τὸν αἰσθητὸν τοῦ σώματος. ἐνταῦθα δὲ βουλοίμην ἂν μᾶλλον πόρρω ἐπισκέψαι ποίᾳ γλώττῃ λέγοι ἂν ἡ ψυχὴ ἡ τέλεια ἤδη ἐλευθέρα τῶν συνδέσμων τοῦ σώματος (Phaedo 65.a.10–67.b.5), ὡμολόγηται γὰρ μόνον τότε δύνασθαι τὴν ψυχὴν εἰδέναι τὰ ὄντα τε λογιζομένην καὶ αὐτῇ διαλεγομένην, ὅθεν δὴ συλλογιστέον ἐστὶ ἡμῖν κατὰ τὸν ὁρισμὸν τοῦ διαλέγεσθαι καὶ διανοεῖν (Sph 263e3–5) ὅτι τοιαύτη ψυχὴ λέγει, τῶν πραγμάτων οὕτως ὄντων πίπτομεν εἰς οὐ σμικρὰν ἀπορίαν, λέγομεν γάρ τε καὶ διανοῦμεν χρώμενοι ἀεὶ ὀνόμασι ἅπερ ἐστὶ μόνον εἴδωλα τῶν ὄντων, ἐπεὶ οὐ προσήκει πότερον φύσει ἢ νόμῳ τέθεινται, αὐτὰ γὰρ ἀναφέροντα εἰς τὰ αἰσθητὰ πράγματα καὶ ἔτι συμμεμιγμένα τούτῳ τῷ κόσμῳ οὐ οἷά τ’ ἐστι διδάσκειν τὸ ὄν, τὴν ἀληθὴ οὐσία (Crat 438d–439b, καὶ ἐν τῇ Ζ ἐπιστολῇ 342a), ἀλλὰ μόνον τὸ ποιόν τι, διότι δεῖ ἡμᾶς εἰδέναι τὰ ὄντα κατὰ αὐτά. οὕτως οὖν πῶς δύναιτο ἂν ἡ τέλεια ψυχὴ εἰδέναι τὰ ὄντα κατὰ αὐτὰ ἅμα λέγουσα καὶ διανοῦσα ὀνομάσι; κατὰ τὸ εἰκός γε τοιαύτη ψυχὴ λέγοι ἂν γλώττῃ, ὅπου τὰ ὀνόματα οὐκ ἔτι ἐστὶ εἰκόνες ἐμφαίνοσαι τὰ πράγματα τοῦ κόσμου ἀλλὰ τὰ αὐτὰ καὶ τὰ ὄντα, ὅπερ ἂν λέγοι ἡ ψύχη τοῦτο γένοιτο, ὡς τύπῳ εἰπεῖν, λέγειν τὸ θεῖον ὄνομα τοῦ φῶτος ἱκανὸν ἂν εἴη γεννᾶν τὸ φῶς, τὸ δὲ τοῦ ὕδατος, τὸ ὕδωρ, προφέρειν δὲ τὸ καλὸν γεννήσειε ἂν τὸ καλὸν, οὕτως οὐν εἰδείη ἂν ἡ τέλεια ψυχὴ τὸ καλὸν αὐτίκα δὲ αὐτὸ προφέρουσα. τότε οὖν γίγνεται ἡ ψυχὴ σοφὴ ὥσπερ ὁ θεὸς, ὄς λέγει καὶ ἅμα ποιεῖ. τοιαύτην οὖν τολμῶ φαντάζεσθαι εἶναι τὴν γλῶσσαν τῆς ψυχῆς, ἀλλὰ μὲν τοῦτο μεῖζον ὄν ἢ κατ ἐμὲ ἀκριβῶσαι, μᾶλλον ἐῶ χαίρειν, προστίθημι δὲ, ἐὰν θέμις ᾖ διαφθείραι τὸ τῆς παροιμίας, ὅτι πολλαὶ μὲν θνητοῖς γλῶτται, μία δὲ τοιαύτη τε ταῖς τελείαις ψυχαῖς καὶ ἀθανάτοισι.

‘Υπόμνημα/Transcript: ἐγὼ δὲ ὑπερφυῶς ὡς χαίρω ἐνταῦθα τε παρὼν ἐν τούτῳ τῷ συλλόγῳ τῆς Παιδὲίας ἐν τῷ καινῷ Ἐβοράκῳ καὶ μάλιστα ἐνταῦθα μεθ’ὑμών ὀποῦ πάντες μὲν ἀπὸ πολλῆς πορείας καὶ πανταχόθεν τῆς οἰκουμένης ἠθροίσμεθα ἐνταῦθα. Τὰ μὲν ὡς διαλεξόμενοι Ἑλληνιστὶ τὰ δὲ Ῥωμαϊστί, ἀλλὰ τὰ δὲ μάλιστα ἴνα ἀκούσωμεν λόγους περὶ τοῦ συνδέσμου τῆς ψυχῆς πρὸς τὸ σῶμα. τοῦτο γὰρ ἢν τὸ προκείμενον ταύτης τῆς πανηγύρεως, τί ἐνόμιζον οἱ ἕλληνες περὶ τῆς ψυχῆς, τί ἢν τὸ σῶμα καὶ τὸ αὑτὸ ἐνόμιζον οἱ ῥωμαῖοι καὶ πῶς συνδέδὲται ἡ ψυχὴ πρὸς τὸ σῶμα. ἐνεθουσιαζόμην ἐνταῦθα παρὼν ἔτι ἐμπνέων καὶ τὸν βιὸν οὕτως ἀγὼν ὠστὲ δύνασθαι ἐν πάσῃ ἡσύχιᾳ πρόσωπον πρὸς πρόσωπον μεθ’υμων λαλεῖν εἷτε ῥωμαϊστὶ εἷτε ἑλληνιστί. θαυμάζω δὲ τινί γλώττῃ διαλεγοίμεθα ἀν οὐκέτι ἐνταῦθα ἐπὶ τῇ γῇ ἐμπνέοντες καὶ στρεφόμενοι ἀλλὰ ἤδη τεθνηκότες ἐν αἰδοῦ, ἤδη ἠλευθερωμένοι τοῦ σώματος. ἐρωτῶ οὑν ἐμαυτὸν πότερον καὶ ἐκεῖ δυναίμεθα ἀν μιμνῄσκεσθαι τῶν πατρῴων γλωττῶν. ὑμεῖς δὲ τῆς ἀγγλικῆς ἐγὼ δὲ τῆς ἱσπανικῆς, ἀλλὰ καὶ δυναίμεθα ἀν ἐκεῖ μιμνῄσκεσθαι τῶν μετὰ πολλῆς σπουδῆς κεκτημένων γλωττῶν τῆς ἑλληνικῆς καὶ τῆς ῥωμαϊκῆς, ἀλλὰ ἴσως ὕπαρχοι ἀν ἑτέρα τις γλῶττα οὐρανία ᾗ δυνάμεθα χρήσασθαι διαλεγόμενοι μετ’ἀλλήλων καὶ μετὰ τῶν θεῶν;

σκεπτικῶς μὲν οὑν διακείμενος πρὸς τὰ ταύτᾳ καὶ τοιαῦτα οὑκ ἔχω ἔγωγε κύρειν οὐδὲ διισχυρίζεσθαι ὅπως ἔκειτο τὸ πρᾶγμα ἐκεῖ ἐν Αἰδοῦ. Τί γίγνεται μετὰ τὸν βιὸν; ἔγωγε οὑκ οἰδᾷ ἄνθρωπος ὤν. φιλόλογος δὲ ὢν καὶ ἐσπούδαζον περὶ τὸν Πλάτωνα καὶ μάλιστα περὶ τὴν γλωττολογίαν ἐβουλόμην εἰδέναι πότερον τι τοιοῦτο γέγραπται ἐν τοῖς πλατωνικοῖς διαλόγοις, πότερον ὁ αὑτὸς ὁ Πλατῶν τι περὶ τούτου εἰπέ. οὕτως οὑν ταύτᾳ ἐν νῷ ἔχων ἐτραπόμην εἰς τὴν βιβλιοθήκην ᾗ εὕροιμί ἀν τι. οἴμοι δύσμορος πόσον ἔπαθον πόνων τοῦ Ἡρακλέους ἄξιον. οὐδὲ πολλὰ, οὐδὲ ἐν ἐνὶ τόπῳ εὕρον περὶ τούτου! μάλιστα ἐκεῖ καὶ ἐκεῖ ἔχομεν πολλὴν ἀπορίαν περὶ τῆς ψυχῆς παρὰ τῷ πλάτωνι. ἡ ἀθανασία τῶν ψυχῶν ἢν τι μέγιστον καὶ τῷ Σωκρατεῖ καὶ τῷ πλάτωνι. οὐ μόνον ὅτι ἡ ψυχὴ ὑπάρχει πρὶν ἡ εἰς τὸ σῶμα εἰσιέναι, ἀλλὰ καὶ ὅτι ἡ ψυχὴ ὑπάρχει μετὰ τὸ λυπεῖν τὸ σῶμα. νῦν περὶ τῆς γλώττης τῶν ψυχῶν οὐ πολλά, IMAGO 2 ἤλθομεν πρὸς τὸν Κρατύλον.

πρώτιστα δὲ πάντων ἔχομεν περὶ τῆς γλώττης τοῦτον τὸν διάλογον ὀνόματι Κρατύλος, ὁποῦ ἐξετάζεται ἡ ὀρθότης τῶν ὀνομάτων καὶ ἐκεῖ ἐστι τρία πρόσωπα, ὁ Ἑρμογένης, ὁ Κρατύλος καὶ ὁ Σωκράτης.

Ῥογέλιος Τολήδω Μαρτὶν διδάσκει ἐν τῷ καινῷ Ἐβοράκῳ.

καὶ πάντες ὁμολογοῦσιν ὅτι ἡ γλῶττα σύγκειται ἐκ ὀνομάτων καὶ ῥημάτων. νῦν ἔχομεν ἐνταῦθα ὡς διαιρεῖται τὰ μέρη τοῦ λόγου κατὰ τοὺς παλαιοὺς συγγραφέας. κατὰ τὸν Πλάτωνα, τὰ μέρη τοῦ λόγου διαιρεῖται μόνον εἰς δύο. εἷτε ἐστιν ὄνομα, εἷτε ἐστι ῥῆμα. κατὰ τὸν Ἀριστοτέλην ἔχομεν τέτταρα μέρη. κατὰ τὸν Διονύσιον τὸν Θρᾷκα ἔχομεν ὀκτώ. ἀλλά, ὤσπερ εἰπόν, παρὰ τῷ Πλάτωνι, ἡ γλῶττά ἐστιν εἷτε ὄνομα εἷτε ῥῆμα. πάντες πάντα τὰ πρόσωπα ἐν τούτῳ τῷ διαλόγῳ ὁμολογοῦσιν οὕτως ἔχειν. ἀμφισβητοῦσιν δὲ περὶ τῶν ὀνομάτων καὶ πότε ὄνομα τι ὀρθῶς κεῖται ἡ οὐ. τοῦτο ἀγγλιστί τι ἐστι; “White board” ὀρθῶς κεῖται τὸ ὄνομα ὅτι ἐστι λευκὸν καὶ ἐστι πίναξ τις. τοῦτο δὲ ἑλληνιστὶ τι ἐστι; τράπεζα. εἷς, δύο, ἔχει μόνον δύο πόδας οὑκ ἔχει τέσσαρας πόδας. Οὑκ ὀρθῶς κεῖται, τοῦτο λέγοι ἀν ὁ Κρατύλος. ὁ δὲ Ἑρμόγενης εἶπε ‘πάντα ταύτα ἐστιν ἐξ συνθήκης, ἐστι καθ’ημας’. δοκεῖται εἷναι τράπεζα. ἐξ συνθήκης τίθεμεν τὸ ὄνομα ‘τράπεζα’ τούτῳ τῷ χρήματι. νῦν δὲ διατελῶ. IMAGO 5 Ἐκεῖ ἔχομεν συλλήβδην διὰ βραχέων περί τινος ἐστιν ὁ διάλογος. ἔπεται πάντα καθ’ἑκαστον περὶ τινος ἐστιν μαλλὸν ἐξαιρεῖν καὶ ἔρχομαι εἰς τὸν συλλογισμὸν τοῦ Σωκράτους ἐκ τῶν ἀνὰ τὸν διάλογον ῥηθέντων. Ἰδού. Λέγει ὅτι πάντα τὰ ὀνόματα ἡ τὰ ῥήματα μόνον εἰκόνες ἐστιν τῶν πραγμάτων. Καὶ λέγει ὅτι οὐ δυνάμεθα μανθάνειν τι ἐστιν τοῦτο διὰ τοῦ ὀνόματος. Μαλλὸν δὲῖ ὑμᾶς μανθάνειν ἐκ τοῦ πράγματος. ἡ μάθησις σαφεστέρα καὶ καλλίων ἐστιν ὅταν μάθωμεν ἐκ τοῦ πράγματος. οὑκ ἐκ τῶν ὀνομάτων Συλλήβδην ἐν τῷ καθόλου οὕτως δυνάμεθα εἰπεῖν. Οὗτος ἐστιν ὁ συλλογισμὸς τοῦ Σωκράτους. Καὶ λέγει ἔπειτα καὶ τοῦτο ὅτι εἰσιν πέντε βαθμοὶ πρὸς τὴν ἀληθῶς γνῶσιν. Ὁ μὲν πρωτὸς ἐστιν τὸ ὄνομα. Ὁ δὲ δεύτερος ἐστιν ὁ λόγος. Ὁ δὲ τρίτος ἐστι τὸ εἴδωλον. Ὁ δὲ τέταρτός ἐστιν ἡ ἐπιστήμη. Καὶ ὁ πεμπτὸς βαθμός ἐστι τὸ ὄν, τοῦτ’εστιν τὰ ἀληθῆ τί ἐστι τοῦτο; Μαλλὸν Ἑλληνιστί. Λέγεται καπνοσῦριγξ. Ἀλλὰ τοῦτο ὤσπερ γέγραπται Γαλλιστὶ οὐκ ἐστιν καπνοσῦριγξ, ἀλλὰ εἰκών, τοῦτ’εστιν ὁ τρίτος βαθμὸς πρὸς τὴν γνῶσιν. Τί ἐστιν τοῦτο; Ἐστιν μόνον ὄνομα, ὁ πρωτὸς βαθμός. Ἔπειτα τοῦτο ὄργανόν τι ᾧ καπνίζομεν, τοῦτ’εστιν ὁ δεύτερος βαθμός, ὁ λόγος, ὁ λογισμός. Ἀλλὰ πάντα ταύτα οὑκ ἐστὶ τὰ ὄντα, Ἔπειτα λέγει ὁ Σωκράτης ὅτι τῷ ὄντι οὐ δυνάμεθα οὐδέποτε εἰδέναι τὰ ὄντα διὰ τῶν λόγων ὅτι οἱ λόγοι ἀσθενεῖς, ἀβέβαιοί εἰσιν. Ἐὰν βούλησθε ἔτι περὶ τοῦτο πλεῖον εἰδέναι, συμβουλεύω ὑμῖν ἀθρήσαι ταύτα τὰ χωρία ὀποῦ καὶ ὁ Σωκράτης ἀνάπαλιν φαίνεται καταφροντίζων τῶν ὀνομάτων. Καλῶς. Ἐξορκοῦντος νῦν εἴρεται περὶ τῶν λόγων καὶ περὶ τῆς γλώττης. Νῦν ἤλθομεν εἰς ἐκεῖνα τὰ χωρία καὶ μαλλὸν εἰς τοὺς μύθους τοὺ Πλάτωνος ὀποῦ εὑρίσκομεν τὰς ψυχὰς μετ’ ἀλλήλων διαλεγομένας. Τί δὴ περὶ τῆς γλώττης ἐν Αἰδοῦ οἱ δὲ μύθοι μετὰ τὸ θάνατον βιοῦ παρὰ τῷ πλάτωνι. Τὸ πρωτὸν ἔχομεν τοῦτο τὸ χωρίον ἐν τῇ πολιτείᾳ. ἐστιν ὁ μῦθος τὸ ἐρῷς τοὺ παμφίλου τὸ γένος ὃς ἀποθανὼν καὶ πάλιν ἀναβιώσας λέγει πάντα ὅσα ἐκεῖ ἐποίησε καὶ ἔπαθε. IMAGO 12 . Καλῶς εἰσιν οἱ δικασταὶ ὁ Ῥαδάμανθυς, ὁ Αἰακὸς καὶ ὁ Μίνως κελεύουσιν τὰς ψυχὰς τῶν δικαιῶν ἀνθρώπων ἰέναι εἰς τὴν δὲξιάν. Τὰς δὲ τῶν ἀδικῶν ἀνθρώπων ἰέναι εἰς τὴν ἀριστεράν. Ἐνταῦθα πάνυ φανερὸν δυνάμεθα ἐν νῷ πλάττειν ὅπως ἴσως ὁ Ῥαδάμανθυς λέγει ψυχῇ τινι ‘Σύ, δικαία εἰ, εἰς τὴν δὲξιάν. Σύ, ἄδικε, εἰς τὴν ἀριστεράν, κάτω.’ Δυνάμεθα ἐν νῷ πλάττειν ὅπως αἱ ψυχαὶ χρῶνται τῇ γλώττῃ, τοῦτ’ἐστιν αἱ ψυχαὶ ἔχουσιν γλῶτταν καὶ διαλέγονται. Ἐνταῦθα ἔτι μᾶλλον καὶ μᾶλλον γίγνεται ὅπως αἱ ψυχαὶ χρῶνται τῇ γλώττῃ. Ἀφικνοῦνται εἰς τόπον μεταξὺ τοῦ οὐρανοῦ καὶ τοῦ Ταρτάρου καὶ ἐκεῖ προσαγορεύουσιν ἀλλήλαις χαίρειν. “Χαῖρε πῶς ἔχεις;” “Εὗ ἔχω.” καὶ τὰ τοιαῦτα. αἱ ἡγοῦνται ἀλλήλαις, τί ἐποίουν τί γίγνεται ἐκεῖ ἐν τῷ οὐρανῷ. Πῶς ἔχει ὁ φίλος. ἡ μήτηρ μου ἔτι ἐστιν ἐν τῇ γῇ; Ναὶ ἔτι ἐστιν ἐν τῇ γῇ, εὗ ἔχει. Διαλέγονται ἀλλήλαις καὶ πάλιν χρῶνται τῇ γλώττῃ. Τὸ αὑτὸ ἐνταῦθα. Ψυχή τις ἐρωτᾷ ἄλλην ψυχὴν πότερον πεπληθε τοῦτον τὸν ἄνθρωπον δικαιότατον πάντων καὶ λέγει “οὐ, αὑτὸς οὑκ ἐστιν ἐνταῦθα ὅτι ἐστιν τῷ ὄντι κάκιστος ἀνὴρ ἀνίατος καὶ ἐστιν ἐν τῷ Tαρτάρῳ”. Τὸ μέγιστον ἐστιν ὅτι χρῶνται τῇ γλώττῃ. Ἔπειτα δὲ δυνατόν ἐστιν ἰδεῖν ὅπως αἱ ψυχαὶ ἐν τῷ ταρτάρῳ οὐ μόνον χρῶνται τῇ γλώττῃ ἀλλὰ χρῶνται τῇ ῥητορικὴ τέχνῃ. Οἱ κάκιστοι τῶν ἀνθρώπων ἐν τῷ ταρτάρῳ εἰσιν κατωτάτω καὶ βοῶσιν ἐκεῖθεν ταῖς ἄλλαις ψυχαῖς. Συγγνώμην, οὑκ ἐβουλόμην σε κτείναι. Οὑκ ἑκὼν διέπραξα. Δέομαι σου ἐᾶσον με πάλιν ἀνῶ ἰέναι. Ἤδη εἴπομεν περὶ τῶν ψυχῶν μετρίως ἐχουσῶν καὶ περὶ τῶν ψυχῶν τῶν κακίστων ἐν τῷ ταρτάρῳ. Ἀλλὰ τι δὲ περὶ τῶν τελειῶν ψυχῶν τῶν φιλοσόφων, τῶν δικαιοτάτων τῶν ἀνθρώπων. Οἱ ἀνατιθέασιν τὴν δικαιοσύνην οἱ καθ’οσον δύνανται οὐ μετέχουσιν τοῦ σώματος καὶ οὐ μετέχουσιν τῶν αἰσθήσεων. Οἱ ἀληθῶς φιλόσοφοι μανθάνουσιν οὐ διὰ τῆς ὄψεως. οὐ διὰ τῆς ἀκοῆς. οὐ διὰ τῆς ἀφῆς οὐδὲ διὰ τῆς γεύσεως. Μαλλὸν μανθάνουσιν μετὰ τῆς διανοίας, κατὰ αὑτήν. Ἀλλὰ τί πότε ἐστιν ἡ διάνοια; Τί λέγει ὁ Πλατῶν περὶ τούτου; Ἔχομεν ἐνταῦθα. IMAGO 17 τοῦτ’εστιν, ἡ διάνοια ἐστιν ἐντὸς ἀλλὰ ὅταν ἐξέρχεται διὰ τῆς φωνῆς ἐστιν ὤσπερ κάτοπτρον. ἀλλὰ ἡ διάνοιά ἐστιν ῥήματα καὶ ὀνόματα. Ἔπειτα καὶ ἔχομεν ἐνταῦθα ἐν τῷ διαλόγῳ καλουμένῳ σοφιστὴς IMAGO 18 Ἐστι ἡ διάνοια ἐντὸς, ὁ λόγος ἐστιν ἐκτός. ἀλλὰ τὸ αὑτὸ ἐστιν. Καὶ ὁ λόγος καὶ ἡ διάνοια ἔχουσιν ὀνόματα καὶ ῥήματα. Ἀλλὰ τι εἴπομεν ἄρτι. Εἴπομεν ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα οὑκ ἀβεβαία ἐστι. Οὐ δυνάμεθα μανθάνειν ἐῷς ἀν χρώμεθα τῇ γλώττῃ. Ἐστιν οὑν ὀδὸς ἀπέραντος καὶ λαβυρινθώδης. IMAGO 19 IMAGO 20 Ὑπάρχει γὰρ εἷτα ἑτέρα γλῶττα τοῖς θεοῖς. Λέγει ὁ Ὅμηρος ὅτι οἱ θεοὶ ἔχουσιν ἀλλὰ ὀνόματα ἡ τὰ ὀνόματα οἷς ἤμεις χρώμεθα. Ἀλλὰ ποιὰ ἐστιν αὕτη ἡ γλῶττα. Πάλιν ἴσως εὑρίσκωμεν λύσιν ταύτης τῆς ἀπορίας ἀνακύπτοντες εἰς τὸν διάλογον, ὀνόματι Κρατύλος. Ἐκεῖ ὁ Σωκράτης ἐκφράζει εἰκόνα τοῦ Κρατύλου ἡ οὐδὲν διαφέρει τοῦ Κρατύλου. Ἡ εἰκὼν τοῦ Κρατύλου καὶ ὁ Κρατύλος τὸ αὑτὸ ἐστιν. Καὶ κατὰ τὸ εἰδὸς καὶ κατὰ τὴν ψυχὴν ὁ Κρατύλος καὶ ἡ εἰκὼν αὑτοῦ ἐστι τὸ αὑτό. Οὕτως κατὰ τινα ποιητικὴν φαντασίαν — καὶ ἐγὼ ἐννοῶ τον Πλάτονα — ὅτι ἴσως οὕτως καὶ ἐστιν ἡ γλῶττα τῶν θεῶν οὐκέτι σύγκειται ἐκ κομμάτων καὶ ῥημάτων. ἡ γλῶττα αὑτῶν ἐστιν τὸ αὑτὸ καὶ τὰ ὄντα. Ὅταν ὁ θεὸς λέγει ‘τὸ φὼς’, γίγνεται τὸ φώς. Ὅταν ὁ θεὸς λέγει ‘γῆν’, γίγνεται τότε ἡ γῆ. Ὅταν ὁ θεὸς λέγει ‘δικαιοσύνην’, γίγνεται τότε ἡ δικαιοσύνη. ἡ γλῶττα καὶ τὸ ὀν καθ’ο λέγει ὁ θεὸς ἐστι τὸ αὑτό. Οὕτως καὶ αἱ ψυχαὶ τῶν φιλοσόφων ὅταν ἀφίκωνται εἰς τὸν οὐρανὸν καὶ τὸν χρόνον διατρίβουσιν μετὰ τοῦ θεοῦ λέγοιμι ἀν ἔγωγε κατὰ τινα ποιητικὴν φαντασίαν καὶ χρῶνται ταύτῃ τῇ γλώττῃ. Καὶ οὕτως γιγνώσκουσιν τέλος δὲ τὰ πραγματᾶ τὰ ἀληθῶς πραγματᾶ. ἡ διάνοια ψυχῆς τινος λέγει ‘δικαιοσύνην’. Γίγνεται δικαιοσύνη. ἡ διάνοια ψυχῆς τινος λέγει ‘φώς’, γίγνεται τὸ φώς. ὁ συλλογισμὸς ταύτης τῆς ἀκροάσεως περὶ τῶν ψυχῶν γιγνομένων σοφῶν ἀμᾷ λεγουσῶν ταύτῃ ἀληθῶς γλώττῃ καὶ γιγνωσκουσῶν τὸ ἀληθῶς ὀν. Εἰ ἔξεστί μοι τὸ τῆς παροιμίας διαφθείραι, λέγοιμι ἀν τι τοιοῦτον. Πολλαὶ μὲν θνητοὶ γλωσσαὶ, μία δὲ τοιαύτη ἀθανάτοις καὶ τελείαις ψυχαῖς. Χάριν ὑμῖν οἶδα ὅτι προσέχετε μοι τὸν νοῦν. Ἀποτάσσομαι ὑμῖν.

Rogelio Toledo Martin is an M.A. student at the Freie Universität Berlin. He holds a B.A. in Classics from the Universidad Nacional Autónoma de México; he also completed an one year program in Biblical Languages at Polis, the Jerusalem Institute of Languages and Humanities.


Περὶ τῆς γλώττης τῶν τελείων ψυχῶν τοῦ σώματος ἠλευθερωμένων was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Περὶ τῆς γλώττης τῶν τελείων ψυχῶν τοῦ σώματος ἠλευθερωμένων