Πῶς λαλοῦμεν περὶ τοῦ νῦν λοιμοῦ Ἑλληνιστί;

λόγος τῆς Jenny Teichmann περὶ τοῦ “στεφανοπαρασίτου”

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ἐνάτῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης τε καὶ Ἑλληνικῆς γλὠσσης ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2021.]
[This lecture was given at Living Latin and Greek Online in February 2021.]

Συγγραφή/Abstract: λαλοῦντες τῇ παλαιᾷ Ἑλληνικῇ γλώττῃ βουλόμεθα ἐνίοτε καὶ περὶ τῶν νῦν πραγμάτων διαλέγεσθαι· τὸ δὲ μέγιστον νῦν ἐστι ὁ καινὸς λοιμὸς ἀκμάζων κατὰ πᾶσαν τὴν οἰκουμένην. σκεψώμεθα οὖν ὅπως Ἑλληνιστὶ δυνάμεθα λαλεῖν περὶ τούτου τοῦ λοιμοῦ, χρώμενοι μόνον ταῖς παλαιαῖς λέξεσι· ὀψόμεθα δὲ τὴν κλεῖσιν (“lockdown”), τὸ προσωπεῖον (“mask”), τὸν παράσιτον (“virus”) καὶ ἄλλα πολλά.

πῶς περὶ τοῦ νῦν λοιμοῦ ἑλληνιστί λαλοῦμεν

χαίρετε. λαλοῦντες τῇ παλαιᾷ Ἑλληνικῇ γλώττῃ βουλόμεθα ἐνίοτε καὶ περὶ τῶν νῦν πραγμάτων διαλέγεσθαι· τὸ δὲ μέγιστον νῦν ἐστι ὁ καινὸς λοιμὸς ὃς γίγνεται κατὰ πᾶσαν τὴν οἰκουμένην. διά γε τοῦτο σήμερον σκεψόμεθα πῶς Ἑλληνιστὶ διαλεγόμεθα περὶ αὐτοῦ· καὶ ἀρξώμεθα ἀφ’ ὑμῶν αὐτῶν·

ποῦ ἐστε νῦν;

ὡς εἰκός, οἴκοι. καὶ ἐγώ εἰμι οἴκοι νῦν. οἰκῶ γὰρ ἐν τῇ Γερμανίᾳ καὶ ἐνταῦθα πάντες οἴκοι κεκλεισμένοι εἰσίν.

λέγομεν οὖν·

κέκλεισμαι I am in lockdown (“locked”)
κέκλεισαι you are in lockdown (“locked”)
κέκλεισται he/she/it is in lockdown (“locked”)
κεκλείσμεθα we are in lockdown (“locked”)
κέκλεισθε you are in lockdown (“locked”)
κεκλεισμένοι/ -αι εἰσίν they are in lockdown (“locked”)

οἰκεῖον δ’ ὄνομά ἐστιν ἡ κλεὶς καὶ ἡ κλεῖσις· ἐν τῇ Γερμανίᾳ καὶ ἐν πολλαῖς ἄλλαις πολιτείας ἔχομεν νῦν πάγκλεισιν ἢ βρεττανιστί· lockdown. (*) ἔξεστι δὲ ἀγοράσαι ὅταν φέρωμεν προσωπεῖον (ὃ παρὰ τοῖς παλαιοῖς μόνον οἱ ὑποκριταὶ ἔφερον ἐν τῷ θεάτρῳ).

(*) ἡ πάγκλεισις, -εως· χάριν ἔχω τῷ Ῥαίνηρ ὃς ἔπλασε τοῦτο τὸ ὄνομα.

νῦν δὲ εἴπωμεν περὶ τοῦ λοιμοῦ αὐτοῦ· ἐγὼ λέγω “λοιμός” ὅτι ἀκριβέστερόν ἐστι ὄνομα ἢ νόσος· νόσον γὰρ νοσεῖ ἴσως εἷς ἄνθρωπος μόνος. λοιμὸς δὲ γίγνεται παντὶ τῷ δήμῳ ὅθεν καὶ νῦν Βρεττανιστὶ λέγομεν pandemic.

εὔγνωστος οὖν ἐστι ὁ ἐν Ἀθήναις λοιμὸς περὶ οὗ γράφει ὁ Θουκυδίδης· (2,47)

οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι. οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλ’ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν, οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία· ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν, τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι.

φοβερά ἐστιν ἃ γράφει ὁ Θουκυδίδης· ἐνόσησε γὰρ αὐτὸς καὶ εἶδε πολλοὺς ἀνθρώπους νοσοῦντας καὶ ἀποθνῄσκοντας· ἀνάγνωτε οὖν αὐτοί, εἰ βούλεσθε, τοὺς λόγους αὐτοῦ· ἄξιοι γάρ εἰσιν.

ἐπανέλθωμεν δὲ ἐπὶ τὸν νῦν χρόνον· ὁ καινὸς λοιμὸς καλεῖται corona virus. οἱ παλαιοί, δηλονότι, οὔπω ἐγίγνωσκον τὸ virus. ἐγίνωσκον δὲ τὸν παράσιτον, ἄνθρωπον ἄχρηστον ὃς ἐσιτεῖτο δειπνῶν παρ’ ἄλλοις· ἀπὸ τούτου τοῦ ἀνθρώπου παράγεται τὸ ὄνομα parasite ἐν τῇ Βρεττανικῇ καὶ ἐν πολλαῖς ἄλλαις γλώτταις· καλέσωμεν οὖν τὸ corona virus οὕτως· ὁ στεφανοπαράσιτος.

τὸ δὲ ἔσχατον ὄνομα, περὶ οὗ λόγους ποιήσομαι, ἐστὶ τόδε· ὁ καιρός. οὐ γὰρ νῦν, ὡς ἔμοιγε δοκεῖ, πάντα κακά· ἔξεστι γὰρ ἡμῖν οἴκοι καθημένοις συγγενέσθαι ἄλλοις ἀνθρώποις ἐν τῷ διαδικτύῳ· ἔξεστι καινὰ μαθεῖν, καινὰ πειρᾶσθαι, καινοὺς φίλους ζητεῖν. οὕτως οὖν ὁ λοιμὸς γίγνεται ἡμῖν καιρός· μόνον δεῖ ἡμᾶς λαβεῖν τοῦτον τὸν καιρόν·

Τοῖς πᾶσιν χρόνος,
καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν.

καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν,
καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι πεφυτευμένον,

καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι,
καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν,

καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι,
καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. (Ἐκκλησιστικὴς 3,1–8)

λάβετε οὖν τοῦτον τὸν καιρὸν μανθάνοντες τὴν Ἑλληνικὴν γλῶτταν καὶ εὐθυμεῖτε ἐν τούτοις τοῖς χρόνοις καὶ… ἔρρωσθε.

Jenny Teichman studied German and Slavic philology in Greifswald, European Cultural History in Frankfurt/Oder, and, finally, Classics at Humboldt University Berlin. She is currently finishing her Master’s thesis — a German translation of the Epicurean philosopher Diogenes of Oinoanda — and plans to pursue a PhD afterwards. She has partaken in major translation projects as the Vulgata Deutsch and a new translation of the Greek Anthology into German. She holds close contact with the Polis Institute, Jerusalem, and is co-founder of the Σύλλογος Ἑλληνικός, a weekly meeting point for Greek enthusiasts in the Berlin area.


Πῶς λαλοῦμεν περὶ τοῦ νῦν λοιμοῦ Ἑλληνιστί; was originally published in In Medias Res on Medium, where people are continuing the conversation by highlighting and responding to this story.

Source: in medias res

Πῶς λαλοῦμεν περὶ τοῦ νῦν λοιμοῦ Ἑλληνιστί;